Ancient Greek
562.4
Cyrillus Scr. Eccl., Mystagogiae 1-5 [Sp.] 562.4
Unproofread scanNot analysed yet
(2) Αὐτοῦτοῦ μυσταγωγοῦντος. Rœ, et Cas. ,αὐτοῦ τοῦτο σε μυσταγωγοῦντος, hoc ipsum te docet. Γ. Εἶτα βοᾷ ὁ διάκονος· Ἀλλήλους ἀπολάβετε, καὶ ἀλλήλους ἀσπαζώμεθα. Μὴ ὑπολάβῃς τὸ φίλημα ἐκεῖνο σύνηθες εἶναι τοῖς ἐπ' ἀγορᾶς γινομένοις ὑπὸ τῶν κοινῶν φίλων. Οὐχ ἔστι (5) τοίνυν τοιούτων τὸ φίλημα. Ἀνακρίνει γὰρ τὰς ψυχὰς ἀλλήλαις, καὶ πᾶσαν ἀμνηστικίαν αὐταῖς μνηστεύεται. Σημεῖον τοίνυν ἐστὶ τὸ φίλημα, τοῦ ἀνακρίνεσθαι τὰς ψυχὰς, καὶ πᾶσαν ἐξορίζει μνηστικίαν. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· ἄρες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ὑπαγε πρῶτον, καὶ διαλλάγηθι (4) τῷ ἀδελφῷ σου· καὶ τότε προσελθὼν, πρόσφερε τὸ δῶρόν σου. Οὐκοῦν τὸ φίλημα διαλαγὴ ἐστι, καὶ διὰ τοῦτο ἅγιον· ὡς ποὺ ὁ μακάριος Παῦλος ἔδοα λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· καὶ Πέτρος· (5)· Ἐν φιλήματι ἀγάπης.