Ancient Greek
181.4
Cyrillus Scr. Eccl., Procatechesis 181.4
Unproofread scanNot analysed yet
(6) Ἀκολουθεῖν. In Reg. ,προσαρρήσαι, ἀκολουθεῖ καὶ γωνίαν, etc. καὶ ἐλπίδα μέλλοντος αἰῶνος (1). Τήρησον τὸ μυστήριον τῷ μισθοδότῃ. Μὴ ποτὲ σοὶ τις εἴπῃ· Τί βλάπτη, ἐὰν κάγὼ μάθω; Καὶ οἱ νοσοῦντες τὸν οἶνον ζητοῦσιν· ἀλλ' ἐὰν ἀχαίρως δοθῇ, φρενῖτιν ἐργάζεται· καὶ δύο κακὰ γίνεται, καὶ ὁ νοσῶν ἀπόλλυται, καὶ ὁ ἰατρὸς διαβάλλεται· οὕτως καὶ ὁ κατηχούμενος (2), ἐὰν ἀκούσῃ παρὰ πιστοῦ, καὶ ὁ κατηχούμενος φρενίτιν (οὐχ οἶδε γὰρ τί ἤκουσε, καὶ ἐλέγχει τὸ πρᾶγμα (3), καὶ ἐκμυκτηρίζει τὸ λεγόμενον), καὶ ὁ πιστὸς ὡς προδότης κατακρίνεται. "Ἡδη δὲ σὺ ἐν μεθωρίῳ (4) στήκεις, βλέπε μοι μὴ ἐκλαλῆσῃς· οὐχ ὅτι οὐκ ἄνὰ λαλίᾳς τὰ λεγόμενα, ἀλλ' ὅτι ἡ ἀχὼς ἀναξία τοῦ διδάσθαι· ἥς ποτε καὶ σὺ κατηχούμενος, οὐ διηγησάμην σοι τὰ προκειμένα· ὅταν τῇ πείρᾳ λάβῃς τὸ ὕψωμα τῶν διδασκομένων, τότε ἂν γνῶσῃ, ὅτι ἀνάξιοι οἱ κατηχούμενοι τῆς ἀκοῆς.