Ancient Greek
182.2
Cyrillus Scr. Eccl., Procatechesis 182.2
Unproofread scanNot analysed yet
II°. Μῖας μητρὸς γεγονάτε υἱοὶ καὶ θυγατέρες, οἱ ἀπογραφέντες. "Ὅταν εἰσέλθητε (5) πρὸ τῆς ὥρας τῶν ἐπορρισμῶν, εἰς ἕκαστος ὑμῶν λαλεῖτω τὰ πρὸς εὐσέβειαν· κἂν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐχ ἂν περιείμενες τὸν συγκαλημένον; Ἀδελφὸν εἰ εἶχες, οὐχ ἂν τῷ ἀδελφῷ τὸ ἀγαθὸν ἐζήτησες; Μὴ πολυπραγμονεῖς λοιπὸν πραγμάτων ἀνωφελειαν· μὴ, τί ἐποίησε πόλις· μὴ, τί ἐποίησε κώμη· μὴ, τί ἐποίησε βασιλεύς· μὴ, τί ἐποίησεν ἐπίσκοπος (6)· μὴ, τί ἐποίησε πρεσβύτερος. Ἄνω βλέπε· καιρὸς ὁ σὸς ἑκεῖνον χρείαν ἔχει. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγὼ εἰμὶ ὁ Θεός. "Ἐὰν ἴδῃς τοὺς πιστοὺς διακονοῦντας, καὶ μὴ μεριμνῶντας C ἔχουσι τὸ ἀγαλᾶς, οἶδαι τί ἔλαβον, κατέχουσι τὴν χάριν. Σὺ δὲ ἄχριμ ἐν ζυγῷ στήκεις, ἢ δεχθήναι, ἢ μὴ δεχθῆναι· μὴ μιμήσῃ τοὺς ἔχοντας τὸ ἀμέριμνον, ἀλλὰ μέτελθε τὸν φόβον.