Ancient Greek
182.3 to 183.26
Cyrillus Scr. Eccl., Procatechesis 182.3-183.26
Unproofread scanNot analysed yet
II°. Καὶ ὅταν ἐπορρισμὸς γένηται, ὥς ὅπου οἱ ἀλλοι ἐπορκιζόμενοι παραγέγοντες, ἄνδρες μετὰ ἄνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γὰρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ· ἐν ᾗ ἦν (4) Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὴς, καὶ κεκλεισμένη ἦν ἡ θύρα, ἀλλὰ ἐσημμάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἐνδον, ἀλλὰ διεσταλθῶ τὰ πράγματα, ἄνδρες μετὰ ἄνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν· μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας πρόφασις ἀπωλείας· κἂν ἡ ὑπόθεσις καλὴ (5), πλησίον ἀλλήλων καθιζέσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Ἔστω οἱ ἄνδρες καθεζόμενοι ἔχοντες (6) βιβλίον χρήσιμον· καὶ ὁ μὲν τὸ ἀναγιγνώσκειτω, ὁ δὲ τὸ ἀκούειτω. Κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δὲ τι χρήσιμον λαλεῖτω. Καὶ ὁ σύλλογος παλὶν ὁ παρθενικὸς οὕτω συνετ- λέχθω ἢ ψάλλων ἢ ἀναγιγνώσκων ἢ συγὴ (7): ὡς λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα· Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω. Καὶ ἡ ἐγγαμος (8) δὲ ὁμοίως μιμεῖσθω· καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκούεσθω· ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στείρα ψυχὴ γεννῆσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος· ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἐρμηνείαν. Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ χωρὶς ὡσι· καὶ ἡ γυνὴ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ χωρὶς ὡσι· Ut Noe et filii Reg. ,κἂν πλησίον ἀλλήλων καθιζέσθω, ἀλλὰ, etc. Ἰησοῦ οὔτε ἄρσεν, οὔτε θῆλυ. Νενέκρωται τὰ τῆς ἀκολασίας