Ancient Greek
186.1
Cyrillus Scr. Eccl., Procatechesis 186.1
Unproofread scanNot analysed yet
δειῶν τρυφῆ· βασιλείας πρόξενον· υἱοθεσίας χάρισμα. Ἄλλὰ δρόσων παρὰ τὴν ὁδὸν (1) τῇρει τοὺς περιπατοῦντας· βλέπε μὴ δάχῃ τῇ ἀπιστίᾳ· βλέπες τοσούτους σωζομένους, καὶ ζητεῖ τίνα καταπιῆ. Πρὸς Πατέρα πνευμάτων εἰσέρχη, ἀλλὰ δι’ ἐκείνου τοῦ δράκοντος διέρχη. Πῶς οὖν αὐτὸν διέλθης (2); ὑπόδησάι τοὺς πόδας σε ἐτοιμάσῃ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἵνα κἂν δάχῃ, μὴ βλάπτῃ· πίστιν ἐνὀχον ἔχε, κραπαϊὰν ἐλπίδα, χρηπίδα ἰσχυρὸν, ἵνα διέλθης τὸν ἐχθρόν, καὶ εἰσέλθης πρὸς τὸν Δεσπότην. Τὴν σαυτοῦ καρδίαν ἐτοιμάσων εἰς ὑποδοχὴν διδασκαλίας, εἰς κοινωνίαν ἁγίων μυστηρίων. Εὐχοῦ πυκνότερον, ἵνα ὁ Θεὸς σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων (3). Μὴτε μεῖραν ἄρχει, μήτε νύκτα· ἀλλ’ ὅταν ὁ ὕπνος (4) ἐκ τῶν ὀμμάτων σου ἐκπέσῃ, τότε ἡ διάνοιά σου εἰς προσευχὴν σχολάζεται. Κἂν ἴδης λογισμὸν αἰσχρὸν ἀναβαίνοντα εἰς τὴν διάνοιάν σου, λάβε χρίστεως ἐνοσίαν (5), ὑπομνηστικὸν σωτηρίας· σχλάσων τὴν διάνοιαν εἰς τὸ μαθεῖν, ἵνα ἐπιλάθῃ φαύλων πραγμάτων. Ἐὰν ἴδης τινὰ σοι λέγοντα· Καὶ εἰσέρχη εἰς τὸ ὕδωρ καταβῆναι; ἔρτι γὰρ οὐχ ἔχει πόλις βαλανεῖα; γίνωσκε (6), ὅτι ὁ δράκων τῆς θαλάσσης ταύτὰ σοι κατασκευάζει· μὴ πρόσεχε τοῖς χειλεῦσι τοῦ λαλοῦντος (7), ἀλλὰ τῷ ἐνεργοῦντι Θεῷ. Φύλασσε τὴν σαυτοῦ ψυχήν, ὅπως (8) ἀληπτος γένῃ· ἵνα παραμείνῃς τῇ ἐλπίδι, κληρονόμος γένῃ σωτηρίας αἰωνίου.