Ancient Greek
187.1
Cyrillus Scr. Eccl., Procatechesis 187.1
Unproofread scanNot analysed yet
IZ. Ἠμεῖς μὲν ταῦτα, ὡς ἄνθρωποι, καὶ παραγγέλλομεν καὶ διδάσκομεν· μὴ ποιήσατε δὲ τὴν οἰκοδομὴν ἡμῶν (1) χόρτον, καὶ καλάμην, καὶ ἄχυρα· ἵνα μὴ τὸ ἔργον κατακαήναι, ζημιωθῶμεν· ἀλλὰ ποιήσατε τὸ ἔργον, χρυσὸν καὶ ἀργύριον, καὶ λίθους τιμίους. Ἐν ἐμοὶ γὰρ ἐστι τὸ εἰπεῖν, ἐν σοὶ δὲ τὸ προσθέσθαι (2), ἐν Θεῷ δὲ τὸ τελειῶσαι. Νευρώσωμεν τὴν διάνοιαν, συντείνωμεν τὴν ψυχὴν, ἐτοιμάζωμεν τὴν καρδίαν· περὶ ψυχῆς τρέχομεν, περὶ αἰωνίων πραγμάτων ἐλπίζομεν (3). Δυνατὸς δὲ ὁ Θεὸς (ὁ τὰς καρδίας ὑμῶν εἰδώς, καὶ γινώσκων, τὶς μὲν ἐστι γνήσιος (4), τὶς δὲ ὑποκριτής) τὸν μὲν γνήσιον φυλά-