Ancient Greek · ~3 min
Page 603
Cyrillus Theol., Ad Calosyrium (epist. 83) 603
Not analysed yet
ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ πρὸς Καλοσίριον ἐπίσκοπον Ἀρσενοΐτην κατὰ τῶν λεγόντων ἀνθρωπόμορφον εἶναι τὸ θεῖον. ἈΦΙΚΟΜΕΝΟΙ τινες ἀπὸ τοῦ ὄρους τοῦ Καλαμῶνος, ἠρωτῶντο παρ' ἐμοῦ περὶ τῶν αὐτόθι μοναστῶν, τίνα τρόπον διατελοῦσιν, ἢ καὶ ὁποίαν ἔχουσι τοῦ βίου τὴν διαγωγήν. οἱ δὲ ἔφασκον εὐδοκιμεῖν μὲν ἐν ἀσκήσει πολλοὺς, καὶ σφόδρα βούλεσθαι τὸν μοναχοῖς πρέποντα κατορθῶσαι βίον· εἶναι δέ τινας τοὺς περιιόντας καὶ θορυβοῦντας ἐξ ἀμαθίας τοὺς ἐθέλοντας ἠρεμεῖν, εἶτα λογοποιεῖν αὐτοὺς διεβεβαιοῦντο τοιαῦτά τινα· ἔφασκον γάρ Ἐπειδὴ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον ἡ θεία λέγει γραφὴ, χρὴ πιστεύειν ὅτι ἢ ἀνθρωποειδὲς ἤγουν ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· ὅπερ ἐστὶ παντελῶς ἀσύνετον, καὶ τοῖς τῆς ἐσχάτης δυσσεβείας