Ancient Greek · ~5 min
Page 604
Cyrillus Theol., Ad Calosyrium (epist. 83) 604
Not analysed yet
ἐγκλήμασιν ὑπενεγκεῖν δυνάμενον τοὺς οὕτω φρονεῖν ἑλομένους. ἔστι μὲν γὰρ ὁμολογουμένως κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, ἡ δὲ ὁμοιότης οὐ σωματική· ὁ γὰρ Θεός ἐστιν ἀσώματος. καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ "Πνεῦμα "ὁ Θεός." οὐκοῦν οὐκ ἐνσώματος, εἰ πνεῦμά ἐστιν, οὐδὲ ἐν εἴδει σωματικῷ. τὸ γὰρ ἔξω σώματος, ἔξω καὶ σχήματος εἴη ἄν. ἄποσον γὰρ καὶ ἀσχημάτιστόν ἐστι τὸ θεῖον. εἰ δὲ νομίζουσιν, ὅτι κατὰ τὴν τοῦ ἀνθρωπίνου σώματος φύσιν ἐσχηματίσθη καὶ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, λεγέτωσαν εἰ καὶ αὐτὸς ἔχει πόδας ἵνα περιπατῇ, χεῖρας ἵνα δι' αὐτῶν ἐργάζηται, καὶ ὀφθαλμοὺς ἵνα βλέπῃ δι' αὐτῶν. ποῦ τοίνυν περιπατεῖ; ἢ ἐκ ποίων τόπων εἰς ποίους ἀπέρχεται ὁ τὰ πάντα πληρῶν; ἔφη γάρ "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ λέγει Κύριος;" ἢ ποίας χεῖρας εἰς ἔργα κινεῖ ὁ διὰ ζῶντος Λόγου δημιουργῶν; καὶ εἰ καθ' ἡμᾶς ἔχει τοὺς ὀφθαλμοὺς ὡς ἐν προσώπῳ κειμένους, οὐχ ὁρᾷ που πάντως τὰ ὀπίσω· ἀλλ' ὅταν πρὸς ἀνατολὰς βλέπῃ, οὐκ οἶδε τί πράττουσιν οἱ ἐν δυσμαῖς; κἂν εἰς δυσμὰς ἴδῃ πάλιν, οὐχ ὁρᾷ τοὺς ἐν ταῖς ἀνατολαῖς; ταῦτα καὶ γράφειν αἰσχύνομαι, διὰ δὲ τὴν τινῶν ἀπόνοιαν γέγονα ἄφρων, οὐχ ἑκὼν μᾶλλον, ἀλλὰ παρ' αὐτῶν ἠναγκασμένος. ἐπιστομιζέσθωσαν τοίνυν οἱ ταῦτα φλυαροῦντες, ὡς ἀμαθεῖς, καὶ ἠρεμείτωσαν μὴ ἁπτόμενοι τῶν ὑπὲρ δύναμιν, μᾶλλον δὲ μὴ καταλαλεί-