Ancient Greek · ~2 min
Page 422
Cyrillus Theol., Ad Carthaginiense concilium (epist. 85) 422
Not analysed yet
Καὶ ὑπέγραψαν. Ὁ κύριος ἡμῶν φυλάξοι σε ἡμῖν ἐπὶ πλείστους χρόνους, μακαριώτατε ἀδελφέ. Ὑπέγραψαν ὁμοίως· Ἀλύπιος, Αὐγουστῖνος, Ποσείδιος, Μαρῖνος καὶ οἱ λοιποὶ ἐπίσκοποι. Ἄρχεται τὰ πρὸς τὴν ἐν Ἀφρικῇ σύνοδον ἀντίγραφα Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ἐν οἷς τὰ αὐθεντικὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀπὸ γραϊκοῦ μεταβληθέντα διὰ Ἰννοκεντίου πρεσβυτέρου ἀπέστειλεν· αἵτινες ἐπιστολαὶ μετὰ τῆς ἐν Νικαίᾳ συνόδου διὰ τοῦ μνημονευθέντος Ἰννοκεντίου πρεσβυτέρου καὶ Μαρκέλλου ὑποδιακόνου τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ ἁγιωτάτῳ Βονιφατίῳ, ἐπισκόπῳ τῆς ῥωμαϊκῆς ἐκκλησίας τῇ πρὸ ἓξ καλανδῶν δεκεμβρίων ἀπεστάλησαν. Κυρίοις τιμιωτάτοις καὶ ἁγιωτάτοις ἀδελφοῖς καὶ συνεπισκόποις Αὐρηλίῳ, Βαλεντίνῳ καὶ πάσῃ τῇ ἐν Καρχηδόνι συναθροισθείσῃ ἁγιωτά-