Ancient Greek
Page 423
Cyrillus Theol., Ad Carthaginiense concilium (epist. 85) 423
Not analysed yet
τῃ συνόδῳ, Κύριλλος ἀσπαζόμενος ἐν κυρίῳ τὴν ὑμετέραν ἀγάπην. Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας τιμιότητος πολλὴν ἔχοντα θρησκείαν μετὰ πάσης χαρᾶς διὰ τοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου ἐδεξάμην. Τούτων δὲ παρ' ἡμῶν ἐλπισθέντων, ὥστε ἐκ τοῦ τῆς ἡμετέρας ἐκκλησίας σκρινίου τὰ ἀληθέστατα ἴσα τῆς ἐν τῇ Νικαέων μητροπόλει τῆς Βιθυνίας αὐθεντικῆς συνόδου, τὰ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ βεβαιωθέντα ὑποκάτω τῆς ὁμολογίας τῆς ἡμετέρας πίστεως τῇ ὑμετέρᾳ ἀγάπῃ ἡμᾶς ἀποστεῖλαι, ἀναγκαῖον ἡγησάμην, κύριοι τιμιώτατοι ἀδελφοί, ἀσπασμοῦ προηγουμένου, διὰ τοῦ αὐτοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου τὰ πιστότατα ἴσα τὰ τῆς αὐθεντικῆς συνόδου τῆς ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας ἐχόμενα τῇ ἡμετέρᾳ ἀποστεῖλαι ἀγάπῃ, ὅπερ