Ancient Greek · ~2 min
Fragment 1
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 1
Not analysed yet
Jo 10, 17 Ἐπειδὴ ὡς θεὸς εἰδὼς τὰς ἐνθυμήσεις τῶν Ἰουδαίων ἑώρα δὲ αὐτοὺς καταγελῶντας ἐφ' οἷς ἔλεγεν ὑπεραποθνῄσκειν τῶν προβάτων, δείκνυσιν αὐτοὺς ἐκ τῶν λεγομένων τοσοῦτον ὄντας ἀσεβεῖς ὡς καὶ καταγελᾶν ἐκείνων ἅπερ πάνυ ἀγαπᾷ ὁ θεὸς καὶ πατήρ, ἐπειδὴ καὶ οὕτως ἑώρα ἀθόλωτον μένουσαν ἐν τῷ σαρκωθέντι ἑαυτοῦ υἱῷ καὶ ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα διὰ τὸ ἄτρεπτον. ἕως ὧδε τὸ ϛʹ βιβλίον τοῦ ἁγίου Κυρίλλου.