Ancient Greek · ~2 min
Fragment 2
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 2
Not analysed yet
Jo 10, 20—21 Ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου καὶ τὰ ἑξῆς. ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος ὀρθὴν ὁρίζονται τὴν ψῆφον· καὶ γὰρ ἦν μανίας εἰπεῖν τοῦτον λέγοντα, ὅτι τεθνήξεται μὲν ἀόκνως καὶ προκινδυνεύσει προθύμως τῶν ἰδίων προβάτων «ὁ ποιμὴν ὁ καλός», φεύξεται δὲ καὶ πρὸς μόνην ἀποπήξας τοῦ λύκου τὴν θέαν «ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν», ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. τί αὐτοῦ ἀκούετε;