Ancient Greek · ~1 min
Fragment 10
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 10
Not analysed yet
Jo 11, 11—12 Πῶς οὐκ ἄλογον αὐτοὺς πιστεύειν, ὅτι διὰ τὸ ἐξυπνίσαι αὐτὸν ἐκεῖ παραγίνεται. διὸ καὶ λέγουσιν· εἰ κεκοίμηται, σωθήσεται. οὐ περὶ ὕπνου νομίζουσιν λέγειν αὐτὸν οὐδὲ περὶ θανάτου, ἀλλὰ αἴνιγμα νομίζουσί τι αὐτὸν λέγειν, ἐπεί πως πέντε καὶ δέκα στάδια πορευομένου αὐτοῦ οὐκ ἂν ἔφθασεν ἐξυπνίσαι.