Ancient Greek
Fragment 11
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 11
Not analysed yet
Jo 11, 25 Ἐπεὶ οὖν ὁ Χριστὸς ἑώρα αὐτὴν οὐ νοοῦσαν σαφῶς τὰ παρ' ἑαυτοῦ σαφηνίζων φησίν· ἐγώ εἰμι ἡ ζωὴ ἀντὶ τοῦ οὐ δεῖ σε παρὰ ἄλλου με αἰτεῖν οὐδὲ ἐλπίζειν μετὰ χρόνους μακροὺς ἔσεσθαι τοῦ σοῦ ἀδελφοῦ τὴν ἀνάστασιν· πάρειμι γὰρ ἐγὼ ὁ πρὸς τοῦτο καλῶν. ζωὴ δέ ἐστι κατὰ φύσιν ὁ υἱὸς ὁ πάντα πρὸς τὸ εἶναι καλῶν καὶ ἀνιστῶν μὲν ἅπαντας ἰδίᾳ δυνάμει, ἀνιστῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ζωήν· διὰ γὰρ τοῦτο καὶ παρέζευξε τῷ τῆς ἀναστάσεως ὀνόματι τὴν ζωήν. σημειωτέον δέ, ὅτι ζωὴν ἑαυτὸν ὁ κύριος καλεῖ, οὐ μὴν ζῷον ὥς τινες ἀσεβῶς ἐτόλμησαν εἰπεῖν ἐπ' αὐτοῦ τοῦτο· ἄλλη γὰρ διαφορὰ ζῴου καὶ ζωῆς· τὸ μὲν γὰρ ζῷον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὥσπερ ἡ σοφία καὶ ὁ σοφός. ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσιν.