Ancient Greek
Fragment 12
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 12
Not analysed yet
Jo 11, 25 Ὥσπερ γὰρ οἱ πάλαι ἅγιοι οὐκέτι ἔφθησαν τῇ ἀναστάσει καὶ ταῖς τιμαῖς, ἀλλὰ ἀνέμειναν ἡμᾶς, οὕτω καὶ τοὺς πιστοὺς δεῖ ἀναμεῖναι τὴν κοινὴν ἀνάστασιν, ἵνα καὶ <σὺν> τοῖς πάλαι ἁγίοις ἅπαντες ἀναστῶσιν. ὡς ἐκεῖνοι ἔμειναν δι' ἡμᾶς μὴ λαβόντες τὰς ἐποφειλομένας τιμὰς διὰ τὸ κοινῇ ἀπολαῦσαι πάντας, οὕτω καὶ ἡμεῖς μόνοι οὐκ ἀπολαύομεν τῆς ἀναστάσεως, ἵνα σὺν τοῖς πάλαι ἁγίοις ἀναστάντες ἅμα τύχωμεν τοῦ ἀγαθοῦ.