Ancient Greek · ~2 min
Fragment 20
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 20
Not analysed yet
Jo 12, 41 Ἐξ ὧν ὧδε δηλοῖ τὸν υἱὸν τοσαύτην ἔχοντα δόξαν, ἣν εἶδεν Ἠσαΐας, δῆλον, ὅτι οὐδεμία διαφορὰ πατρὸς καὶ υἱοῦ· οὐ γάρ ἐστί τι πλεῖον ἄνθρωπον δύνασθαι θεωρῆσαι οὐδὲ ἕτερόν τι λέγει τούτου μεῖζον ἡ γραφή· τὰ γὰρ Σεραφίμ, ἃ εἶδεν Ἠσαΐας ὑπὸ τὸν τοῦ θεοῦ θρόνον, ὑπεράνω ἐστὶ καὶ ἐντιμότερα τῶν ἀγγέλων πάντων. τὸ δὲ τοῦ «θρόνου» σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας τῆς κτίσεως.