Ancient Greek · ~2 min
Fragment 21
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 21
Not analysed yet
Jo 12, 44 Ὃ λέγει, τοιοῦτόν ἐστιν. ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμέ. εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν οὐκ εἰς ἄνθρωπον πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ' εἰς θεοῦ δύναμιν, ἐν ᾗ <ὁ> πατὴρ γινώσκεται καὶ πιστεύεται.