Ancient Greek
Fragment 5
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 5
Not analysed yet
Jo 10, 31 Εἰ γὰρ μὴ ἐμαρτύρουν τὰ ἔργα τοῖς ἐμοῖς λόγοις, οἷς εἶπον λέγων ἐμαυτὸν ἴσον εἶναι τῷ πατρί, οὐκ ἂν ἠμέλλετε ἀγανακτεῖν ἐφ' οἷς εἶπον ἐμαυτὸν φύσει θεόν, εἰ μὴ πάντα τὰ ἔργα μου ἐδείκνυ με θεὸν φύσει· εἰ γὰρ ἐβλασφήμησα, φησίν, εἰρηκὼς ἐμαυτὸν θεόν, εἰκὸς ὑμᾶς ἐννοεῖν, ὅτι δι' ὧν ἐποίησα μειζόνως φαίνομαι θεὸς καὶ διὰ τοῦτο φονεῦσαί με ζητεῖτε.