Ancient Greek
Fragment 6
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 6
Not analysed yet
Jo 10, 36 Ὁ μονογενὴς καὶ τῶν ἄλλων ἁπάντων ἁγιαστικός, ὅσα τῇ τοῦ ἁγιάζεσθαι μετουσίᾳ πρὸς ἁγιασμὸν ἀναβαίνει. ἁγιάζεσθαι δὲ λέγεταί τι παρὰ τῇ θείᾳ γραφῇ κατὰ πολλοὺς τρόπους. ἡγιάσθη τοίνυν τοῦτ' ἔστι προεχειρίσθη πρὸς ἀποστολὴν ἐν κόσμῳ διὰ τὸ σῶσαι τοὺς ἐν αὐτῷ ἢ τὸ ἡγιάσθαι τι τὸ πρὸς θυσίαν ἀφωρίσθαι νοήσεις· «εἷς» γὰρ «ὑπὲρ πάντων ἀπέθανεν» εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός. ἢ διὰ ἅγιον τὸν ἑαυτοῦ ἀποτελέσαι ναόν· οὐ γὰρ ἦν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ ἁγία, ἀλλὰ τοῦ ἑνωθέντος αὐτῇ λόγου δεξαμένη τὸν ἁγιασμὸν ἡγιάσθη καὶ κατὰ τοῦτο ὡς οἶμαι τοῦτό φησιν.