Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.115
Not analysed yet
τοῖς φυσικοῖς τοῦ Μονογενοῦς ἀξιώμασιν ἡ τῶν παρ' ἡμῖν λόγων πενία, ἀλλὰ νοηθήσεται μὲν θεοπρεπῶς τὰ περὶ αὐτοῦ, λαληθήσεται δὲ διὰ τὴν χρείαν ἀνθρωπινώτερον, παρά τε αὐτοῦ δι' ἡμᾶς, καὶ παρὰ τῶν ἁγίων περὶ αὐτοῦ κατὰ τὸ τῆς φύσεως μέτρον. Ἦν μὲν οὖν, ὡς ἔοικε, τοῖς εἰρημένοις ἀρκεῖσθαι καλὸν εἰς τὴν τῶν προκειμένων ἐξήγησιν· ἐπειδὴ δὲ οἶμαι προσήκειν ὄκνου φέρεσθαι κρείττονα τὸν τοῖς θείοις δόγμασιν ὑπηρετοῦντα κάλαμον, φέρε πάλιν αὐτὸ παραθέντες τὸ ἀνάγνωσμα βασανίσωμεν ἀκριβέστερον, πῶς ἂν νοοῖτο κατὰ τὸν πρέποντα λόγον τοῦ ἀνθρώπου κατηγορούμενον, τὸ ἐρχόμενον εἰς τὸν κόσμον· ἦν γὰρ ἐν αὐτῷ τὸ φῶς, καθάπερ οὖν καὶ αὐτὸς ἡμῖν ὁ Εὐαγγελιστὴς διεμαρτύρατο, καὶ οὐ τὸ φῶς εἰς τὸν κόσμον ἔρχεσθαι μᾶλλον, ἀλλὰ τὸν φωτιζόμενον ἄνθρωπον διαβεβαιούμεθα. φασὶ τοιγαροῦν τινες, τὰ ἐκ καρδίας αὐτῶν ἐρευγόμενοι καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται, ὅτι πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋπῆρχον μὲν κατὰ τὸν οὐρανὸν αἱ τῶν ἀνθρώπων ψυχαὶ, μακρὸν ἐν ἀσωμάτῳ μακαριότητι τρίβουσαι χρόνον, καὶ καθαρώτερον ἀπολαύουσαι τοῦ ὄντως ἀγαθοῦ· ἐπειδὴ δὲ αὐτὰς ὁ τῶν ἀμεινόνων εἰσῄει κόρος, καὶ πρὸς τὰ χείρω λοιπὸν ἀποκλίνουσαι, πρὸς ἐκτόπους κατέβαινον ἐννοίας τε καὶ ἐπιθυμίας, ἀγανακτήσας εἰκότως ὁ Δημιουργὸς ἀποστέλλει μὲν αὐτὰς εἰς τὸν κόσμον, τοῖς δὲ ἀπὸ γῆς ἐνέπλεξε σώμασιν ἀχθοφορεῖν ἀναγκάσας, καὶ μονονουχὶ σπηλαίῳ τινὶ τῶν ἐκτόπων ἐγκατακλείσας ἡδονῶν, παιδεύειν αὐτὰς ἐξ αὐτῆς ἐδοκίμασε τῆς πείρας αὐτῶν, πικρὸν ὅπως ἐστὶ τὸ ἐπὶ τὰ χείρω φέρεσθαι, καὶ ποιεῖσθαι λόγον τῶν ἀγαθῶν οὐδένα. ἁρπάζουσι δὲ εἰς ἀπόδειξιν τῆς οὕτω γελοιοτάτης ἑαυτῶν μυθολογίας, καὶ αὐτὸ δὴ πρῶτον τὸ νῦν ἡμῖν ἐν χερσίν Ἦν τὸ