Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.116
Not analysed yet
φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· πρὸς δέ γε τούτῳ, καὶ ἕτερά τινα τῶν ἀπὸ τῆς θείας γραφῆς, οἷον τό "Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημ"μέλησα·" καὶ δὴ καί φασι παραληρεῖν οὐκ αἰδούμενοι Ἰδοὺ πρὸ τῆς ταπεινώσεως, τουτέστι τῆς ἐνσωματώσεως, πεπλημμεληκέναι φησὶν ἡ ψυχὴ, διά τε τοῦτο τεταπεινῶσθαι δικαίως ἐνδεθεῖσαν θανάτῳ καὶ φθορᾷ, καθάπερ οὖν καὶ ὁ Παῦλος οὕτως ὀνομάζει τὸ σῶμα λέγων "Ταλαίπωρος ἐγώ "εἰμι ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου "τούτου;" εἰ δὲ πλημμελεῖ, φησὶν, πρὸ τῆς ταπεινώσεως ἡ ψυχὴ, καὶ ἔρχεται εἰς τὸν κόσμον, ὡς προϋπάρχουσα δηλονότι· πῶς γὰρ ἂν ὅλως ἁμάρτοι τὸ μήπω ὑφεστηκός; ἔρχεται δὲ εἰς τὸν κόσμον ἀπό τινων δηλονότι τόπων κινουμένη. τοιαῦτά τινα τῶν τῆς Ἐκκλησίας καταῤῥαψῳδοῦντες δογμάτων, καὶ ὕθλους εἰκαίων διηγημάτων ταῖς τῶν ἁπλουστέρων ἐπισωρεύοντες ἀκοαῖς, δικαίως ἀκούσονται "Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ "καθόλου μὴ βλέπουσιν." ὁράσεις γὰρ ὄντως καὶ οἰωνίσματα καὶ προφητείας καρδίας αὐτῶν τοῖς διὰ τοῦ Πνεύματος ἀντιπαραθέντες λόγοις, οὐκ αἰσθάνονται πρὸς ὅσην αὐτοῖς ἀτοπίαν δραμεῖται τὸ ἐπιχείρημα, λέγοντος τοῦ ψαλμῳδοῦ πρὸς Θεόν "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι "ἀπὸ τῆς ὀργῆς σου;" ὅτι δὲ λίαν ἐστὶν ἀτοπώτατον προϋπάρχειν μὲν οἴεσθαι τὴν ψυχὴν, ἐκ προγενεστέρων δὲ ἁμαρτημάτων εἰς τὰ ἐκ γῆς καταπέμπεσθαι σώματα νομίζειν αὐτὴν, διὰ τῶν ὑπεζευγμένων ἐννοιῶν κατὰ τὸ ἐγχωροῦν ἡμῖν ἀποδεῖξαι πειρασόμεθα, τὸ γεγραμμένον εἰδότες "Δίδου "σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, "καὶ προσθήσει τοῦ δέχεσθαι."