Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.117
Not analysed yet
Ἔννοιαι ἤτοι θεωρήματα συμπεπλεγμένου καὶ σχήματος συλλογιστικοῦ. α. Εἰ τῆς τῶν σωμάτων κατασκευῆς ἡ τοῦ ἀνθρώπου προϋφεστήκει ψυχὴ, ἀποκλίνασα δὲ πρὸς τὸ φαῦλον, κατὰ τὰς τινῶν ὑπονοίας, κόλασιν ἔχει τοῦ πλημμελήματος τὴν εἰς σάρκα κάθοδον, πῶς εἰπέ μοι φωτίζεσθαί φησιν ἐρχομένην αὐτὴν εἰς τὸν κόσμον ὁ Εὐαγγελιστής; τιμὴ γὰρ οἶμαι τὸ πρᾶγμά ἐστι καὶ χαρισμάτων προσθήκη λαμπρῶν· κολάζεται δέ τις οὐ τιμώμενος, οὐδὲ τιμωρεῖται μέτοχος θείων ἀναδεικνύμενος ἀγαθῶν, ἀλλὰ τοῖς ἐξ ὀργῆς τῆς τοῦ κολάζοντος ὁμιλῶν. ἐπειδὴ δὲ οὐκ ἐν τούτοις ἐρχόμενος εἰς τὸν κόσμον ὁ ἄνθρωπος, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ φωτίζεται, πρόδηλον δήπου λοιπὸν, ὅτιπερ οὐ κόλασιν ἔχει τὴν σάρκωσιν ὁ μετὰ σαρκὸς τιμώμενος. β. Ἄλλο. Εἰ πρὸ τοῦ σώματος ἡ ψυχὴ νοῦς ἦν ἔτι καθαρὸς ἐν μακαριότητι διατελῶν, ἀποκλίνας δὲ πρὸς τὸ φαῦλον ὑπέβη, καὶ διὰ τοῦτο ἐν σαρκὶ γέγονε, πῶς εἰσερχόμενος εἰς τὸν κόσμον φωτίζεται; ἀνάγκη γὰρ λέγειν ἔρημον εἶναι φωτὸς πρὶν ἐλθεῖν αὐτόν· εἰ δὲ τοῦτο, πῶς ἦν ἔτι νοῦς καθαρὸς ὁ τότε μόλις ἔχων τοῦ φωτίζεσθαι τὴν ἀρχὴν, ὅτε καὶ εἰς τὸν κόσμον ἔρχεται, καὶ οὐ δίχα σαρκός; γ. Ἄλλο. Εἰ προϋφεστήκει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ νοῦς ὑπῆρχεν ἔτι διὰ τοῦτο καθαρὸς, οἰκειότερον τῇ τῶν ἀγαθῶν ἐφέσει προσκείμενος, ἐκ παρατροπῆς δὲ τῆς ἐπὶ τὸ χεῖρον εἰς τὸ γεῶδες πέμπεται σῶμα, καὶ γεγονὼς ἐν αὐτῷ τὸ μηκέτι βούλεσθαι πλημμελεῖν ἀπαιτεῖται, πῶς οὐκ ἀδικεῖται μὴ τότε μάλιστα τοῦτο ποιεῖν ἐπιτετραμμένος, ὅτε δὴ καὶ μᾶλλον ὑπῆρχεν ἑτοιμότερος εἰς ἀρετὴν, οὔπω τοῖς ἀπὸ τοῦ σώματος ἐνδεδεμένος κακοῖς, ἀλλ' ὅτε γέγονεν ἐν θολώσει τῆς ἁμαρτίας, τότε τοῦτο ποιεῖν οὐκ εὐκαίρως ἀναγ-