Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.118
Not analysed yet
κάζεται; καιροῦ δὲ τοῦ πρέποντος οὐκ ἂν ἁμάρτοι τὸ θεῖον, ἀλλ' οὐδ' ἂν ἀδικήσαι ποτὲ τὸ ἀδικεῖν οὐ πεφυκός. εὐκαίρως ἄρα καὶ δικαίως μετὰ σαρκὸς τὸ μὴ ἁμαρτάνειν ἀπαιτούμεθα, μόνον ἔχοντες τοῦτον τοῦ εἶναι τὸν καιρὸν, καθ' ὃν μετὰ σώματος εἰς τὸν κόσμον ἐρχόμεθα, τὸ μὴ εἶναι πρότερον, ὥσπερ τινὰ τόπον καταλιμπάνοντες, καὶ ἐξ αὐτοῦ πρὸς ὑπάρξεως ἀρχὴν μεθιστάμενοι. δ. Ἄλλο. Ποῖον ἔχει λόγον, ἐροίμην ἂν ἡδέως αὐτοὺς, τὸ ἁμαρτήσασαν πρὸ σωμάτων εἰς σῶμα πέμπεσθαι τὴν ψυχὴν, ἵνα δὴ μάθοι τῇ πείρᾳ τῶν οἰκείων ἐπιθυμιῶν τὴν αἰσχρότητα; καὶ ταῦτα γὰρ οὐκ ἐρυθριῶσιν ἐξηγούμενοι, καίτοι μᾶλλον ἐχρῆν καὶ αὐτῆς τῆς τῶν κακῶν ἐξέλκεσθαι φαντασίας αὐτὴν, καὶ οὐκ εἰς αὐτὸν κατωθεῖσθαι τῶν ἐκτόπων ἡδονῶν τὸν πυθμένα· τρόπος γὰρ ἦν θεραπείας ἐκεῖνο μᾶλλον ἢ τοῦτο. εἰ μὲν οὖν ἵνα ταῖς τοῦ σώματος ἡδοναῖς ἐντρυφήσῃ προσθήκην ἔχει νοσημάτων τὴν σάρκωσιν, οὐκ ἄν τις ἐπαινέσαι τὸν σωφρονιστὴν, δι' ὧν ὠφελεῖν ὑπετόπησεν ἀδικοῦντα τὸ νενοσηκός· εἰ δὲ ἵνα παύσηται τῶν παθῶν, πῶς εἰς αὐτὸ πεσοῦσα τῆς ἐπιθυμίας τὸ βάθος ἀνακύπτειν ἐδύνατο, καὶ οὐχὶ μᾶλλον καὶ αὐτὴν ἀποπτύσασα τοῦ νοσήματος τὴν ἀρχὴν, ὅτε καὶ γυμνὴ τοῦ καθέλκοντος εἰς ἁμαρτίαν ἐφαίνετο; ε. Ἄλλο. Εἰ προοῦσα πεπλημμέληκεν ἡ ψυχὴ, διά τε τοῦτο συνεπλάκη σαρκὶ καὶ αἵματι, εἰς τιμωρίας τρόπον λαβοῦσα τὸ πρᾶγμα, πῶς οὐκ ἔδει τοὺς πιστεύοντας εἰς Χριστὸν, καὶ κομισαμένους διὰ τούτου τῆς ἁμαρτίας τὴν ἄφεσιν, παραχρῆμα σωμάτων ἐξέρχεσθαι, καὶ τὸ λόγῳ τιμωρίας περιτεθὲν ἀποβάλλειν; ἐπεὶ πῶς, εἰπέ μοι, τελείαν ἔχει τὴν ἄφεσιν ἡ τοῦ ἀνθρώπου ψυχὴ, ἔτι περικειμένη τὸν