Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.119
Not analysed yet
τῆς κολάσεως τρόπον; ἀλλ' ὁρῶμεν ὅτι τοσοῦτον ἀφεστήκασι τοῦ σωμάτων ἀπαλλάττεσθαι θέλειν οἱ πιστεύοντες, ὡς ταῖς εἰς Χριστὸν ὁμολογίαις συνεπιφθέγγεσθαι τῆς σαρκὸς τὴν ἀνάστασιν. οὐκ ἄρα κολάσεως ἔσται τρόπος, τὸ καὶ πίστεως ὁμολογίᾳ τετιμημένον, ὡς τῇ θείᾳ τοῦ Σωτῆρος δυνάμει τὸ πάντα δύνασθαι ῥᾳδίως ἐπιμαρτυροῦν, διὰ τοῦ παλινδρομῆσαι πρὸς ζωήν. ϛ. Ἄλλο. Εἰ προοῦσα κατ' ἐκείνους ἐξήμαρτεν ἡ ψυχὴ, διά τε τοῦτο συνεπλάκη σαρκὶ, διὰ ποίαν αἰτίαν ὁ νόμος τὰ μὲν τῶν ἐγκλημάτων βαρύτερα τιμᾶσθαι θανάτῳ, τὸν δὲ οὐδὲν ἡμαρτηκότα διαζῆν ἐπιτρέπει; χρῆν γὰρ δήπου μᾶλλον, τοὺς μὲν ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας κακοῖς ἐπιτρέπειν ἐγχρονίζειν σώμασιν, ἵνα δὴ καὶ μειζόνως κολάζοιντο, τοὺς δὲ οὐδὲν ἡμαρτηκότας σωμάτων ἀνεῖσθαι, εἴπερ ἐν τάξει τιμωρίας ἡ ἐνσωμάτωσις. ἀλλ' ἐκ τῶν ἐναντίων, θανάτῳ μὲν ὁ φονευτὴς καταδικάζεται, πάσχει δὲ οὐδὲν ὁ δίκαιος εἰς τὸ σῶμα· οὐκ ἄρα τιμωρίας τρόπος ἡ σάρκωσις. ζ. Ἄλλο. Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσαρκώθησαν αἱ ψυχαὶ, καὶ τρόπος αὐταῖς τιμωρίας ἡ τοῦ σώματος ἐπενοήθη φύσις, πῶς ἡμᾶς ὠφέλησε καταργήσας τὸν θάνατον ὁ Σωτήρ; πῶς δὲ οὐχὶ μᾶλλον ἠλέησεν ἡ φθορὰ, τὸ κολάζον ἡμᾶς ἀφανίζουσα, καὶ πέρας ἐπιτιθεῖσα τῇ καθ' ἡμῶν ὀργῇ; διὸ δὴ καὶ μᾶλλον εἴποι τις ἂν εὐχαριστεῖν ἀκολουθότερον τῇ φθορᾷ ἤπερ ἐκ τῶν ἐναντίων τῷ διηνεκὲς ἡμῖν ἐπιτιθέντι τὸ κολαστήριον, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀλλὰ μὴν εὐχαριστοῦμεν, ὡς ἀπηλλαγμένοι θανάτου καὶ φθορᾶς διὰ Χριστοῦ· οὐκ ἄρα τιμωρίας τρόπος ἡ σάρκωσις τῇ τοῦ ἀνθρώπου ψυχῇ. η. Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ θεωρήματος. Εἰ προγενεστέρων ἁμαρτημάτων ἀπαιτούμεναι δίκας αἱ τῶν ἀνθρώπων ψυχαὶ τοῖς ἀπὸ τῆς γῆς ἐνεπλάκησαν σώμασι, ποίαν, εἰπέ μοι,