Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.120
Not analysed yet
χάριν ὁμολογήσομεν τῷ τὴν ἀνάστασιν ἡμῖν ἐπαγγελλομένῳ Θεῷ; ἀνανέωσις γὰρ τιμωρίας τὸ πρᾶγμα φαίνεται καὶ τοῦ λυποῦντος ἀνασκευὴ, καὶ εἰ πικρὸν παντί τῳ φανεῖται τὸ κολάζεσθαι μακρά· χαλεπὸν ἄρα ἐστὶ τὸ ἀνίστασθαι σώματα τιμωρίας τάξιν ἐπέχοντα ταῖς ἀθλίαις ψυχαῖς. ἀλλὰ μὴν ὡς δῶρον ἡ φύσις ἀνανεοῦν εἰς εὐθυμίαν τὴν ἀνάστασιν ἔχει παρὰ Χριστοῦ. οὐκ ἄρα τιμωρίας τρόπος ἡ σωμάτωσις. θ. Ἄλλο. Ὡς μεγάλην ἡμῖν καὶ τριπόθητον ἑορτὴν προφητικός που λόγος εὐαγγελιζόμενος φαίνεται· "Ἀναστή"σονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνη"μείοις" φησίν. ἀλλ' εἴπερ ἦν ὄντως κολάσεως τρόπος τὸ σωματωθῆναι τὰς ἀθλίας τῶν ἀνθρώπων ψυχὰς, πῶς οὐχὶ μᾶλλον ἐλύπει τὰ τοιαῦτα βοῶν ὁ προφήτης ὡς ἐκ Θεοῦ; πῶς δὲ ὅλως ἀγαθὸν ἔσται τὸ κήρυγμα, τῶν λυπούντων ἡμᾶς εἰσφέρον τὴν διαμονήν; ἔδει γὰρ μᾶλλον εἰπεῖν, εἴπερ ἐβούλετο τοὺς ἐξ ἁμαρτίας σωματωθέντας εὐφραίνειν Οὐκ ἀναστήσονται οἱ νεκροὶ, ἀπολεῖται δὲ καὶ ἡ τῆς σαρκὸς φύσις. ἀλλ' ἐκ τῶν ἐναντίων εὐφραίνει τὴν τῶν σωμάτων ἀνάστασιν ἔσεσθαι λέγων κατὰ βούλησιν Θεοῦ· καὶ πῶς ἂν εἴη λοιπὸν ἐν κολάσεως τάξει τὸ σῶμα κατὰ τὴν τινῶν ἀβουλίαν, ἐφ' ᾧ καὶ ἡμεῖς ἡδόμεθα καὶ ὁ Θεὸς εὐδοκεῖ; ι. Ἄλλο. Ἐπηγγείλατό που Θεὸς τὸν μακάριον εὐλογῶν Ἁβραὰμ, ὅτι κατὰ τὴν ἀναρίθμητον τῶν ἀστέρων πληθὺν ἔσται τὸ σπέρμα αὐτοῦ. εἰ δὲ ἀληθὴς ὁ λόγος, ὅτι πλημμελήσασα πρὸ σώματος ἡ ψυχὴ, καὶ εἰς γῆν καὶ εἰς σάρκα κολασθησομένη πέμπεται, καταδίκων ὄχλον οὐκ εὐγενῆ, δραπετευόντων τοῦ ἀγαθοῦ, τῷ δικαίῳ Θεὸς ἐπηγγείλατο, καὶ οὐχὶ μᾶλλον εὐλογίας μέτοχον σπέρμα. ἀλλὰ μὴν εὐλογήσων τὸν Ἁβραὰμ τοῦτο λέγει ὁ Θεός· ἁπάσης ἄρα κατηγορίας ἡ τῶν σωμάτων ἀπήλλακται γένεσις.