Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.126
Not analysed yet
"διὰ τῆς ἁμαρτίας ὁ θάνατος·" αὐτὴ τοιγαροῦν καθ' ἑαυτῆς ἡ ἁμαρτία λοιπὸν ἐξοπλίζουσα φαίνεται, λύουσα τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ, καὶ ὁ σατανᾶς ἐφ' ἑαυτῷ μεμέρισται διὰ τοῦτο· "Πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; ἀλλὰ μὴν τὸ οὕτω νοεῖν ἀπίθανον· ἀληθὲς οὖν ἄρα τὸ ἐναντίον. κδ. Ἄλλο. Ἔκτισε Θεὸς ἐν ἀφθαρσίᾳ τὰ πάντα· καὶ "θάνατον μὲν οὐκ ἐποίησεν" αὐτὸς, "φθόνῳ δὲ διαβόλου "θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." ἀλλ' εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, διὰ ποίαν αἰτίαν, ὦ οὗτοι, τὸν τοῦ διαβόλου φθόνον αἰτιασόμεθα, τὸ πέρας ἡμῖν τῶν ἀνιαρῶν εἰσφέροντα, καὶ τὸ κολάζον ἡμᾶς ἀφανίζοντα σῶμα; ἐπὶ τίσι δὲ ὅλως ἀναθήσομεν τῷ Σωτῆρι τὰ χαριστήρια, προσδεσμοῦντι πάλιν ἡμᾶς τῇ σαρκὶ διὰ τῆς ἀναστάσεως; ἀλλὰ μὴν εὐχαριστοῦμεν, καὶ λελύπηκε τὴν φύσιν ὁ τοῦ διαβόλου φθόνος, προξενήσας τοῖς σώμασι τὴν φθοράν. οὐ τρόπος ἄρα τιμωρίας τὸ σῶμά ἐστιν, ἀλλ' οὐδὲ ἀρχαίας ἡμῶν ἁμαρτίας ὀψώνιον. Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Διὰ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τουτέστι τοῦ. Μονογενοῦς πεποιῆσθαι τὸν κόσμον, ἀναγκαίως ἐν τούτοις ὁ Εὐαγγελιστὴς ἐπισημαίνεται. εἰ γὰρ καὶ ὅτι μάλιστα Λόγον αὐτὸν ἀποκαλέσας κατὰ τὴν ἀρχὴν, πάντα δι' αὐτοῦ γενέσθαι, καὶ χωρὶς αὐτοῦ παρῆχθαι μηδὲν πρὸς γένεσιν διεβεβαιώσατο, ποιητήν τε διὰ τούτων ἀπέδειξε καὶ δημιουργόν· ἀλλ' ἦν ἀναγκαῖον νυνὶ δὴ μάλιστα τοῦτο καὶ εἰσαῦθις ἀναλαβόντα εἰπεῖν, ἵνα μὴ τοῖς παρατρέπειν εἰωθόσι τὴν τῶν θείων δογμάτων ὀρθότητα, πλάνης τε καὶ ἀπωλείας περιλιμπάνηται