Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.127
Not analysed yet
τόπος. ἐπειδὴ γὰρ ἔφη περὶ τοῦ φωτὸς, ὅτι ἐν τῷ κόσμῳ ἦν, ἵνα μήτις εἰς ἐκτόπους ἐννοίας περιέλκων τὸ εἰρημένον, τοῖς κατ' εἶδος τοῦ κόσμου μέρεσιν ἐναρίθμιον ποιοῖτο τὸ φῶς, ὥσπερ οὖν ἀμέλει καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες τυχὸν, ἐν τῷ κόσμῳ μέν εἰσι, πλὴν ὡς μέρη τοῦ κόσμου, καὶ καθάπερ ἑνὸς μέλη σώματος, χρησίμως τε καὶ ἀναγκαίως ὁ Εὐαγγελιστὴς γενεσιουργὸν εὐθὺς, καὶ παντὸς τοῦ κόσμου τεχνίτην εἰσφέρει τὸν Μονογενῆ, καὶ διὰ τούτου πάλιν ἡμᾶς ἐξασφαλιζόμενος, καὶ χειραγωγῶν εἰς ἀπλανῆ καὶ εὐθεῖαν τῆς ἀληθείας κατάληψιν. τίς γὰρ οὕτως ἀμαθὴς, ἢ τοσαύτην ἕξει τὴν ἠλιθιότητα κατὰ τὸν νοῦν, ὡς μὴ πάντως ἕτερον εἶναι παρὰ τὸν κόσμον ὑποτοπῆσαι τὸν δι' οὗ γεγενῆσθαι λέγεται, καὶ τιθέναι μὲν ἐν ἰδίῳ μέρει τὴν κτίσιν, ἀποδιελεῖν δὲ τῷ λόγῳ τὸν Δημιουργὸν, καὶ τὴν θείαν αὐτοῦ φαντάζεσθαι φύσιν; δεῖ γὰρ ἕτερον εἶναι τῇ φύσει τὸ ποιηθὲν παρὰ τὸν ποιητὴν, ἵνα μὴ φαίνηται ταὐτὸν τὸ ποιοῦν καὶ τὸ ποιούμενον. εἰ γὰρ νοοῖτο ταὐτὸν, οὐδὲ μιᾶς ἐνούσης κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἐξαλλαγῆς, ἀναβήσεται μὲν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιοῦντος φύσιν, καταβήσεται δὲ καὶ εἰς τὴν τῶν κτισμάτων ὁ Δημιουργὸς, οὐκέτι δὲ μόνος ἕξει τὸ δύνασθαι γενεσιουργεῖν, ἀλλ' ἐνυπάρχον τοῦτο δυνάμει καὶ τοῖς ποιήμασιν εὑρεθήσεται, εἴπερ ὅλως οὐδεὶς αὐτὰ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀποδιελεῖ τρόπος· οὕτω τε λοιπὸν ἑαυτῆς ἡ κτίσις ἔσται δημιουργὸς, καὶ ψιλὸν περιθήσει τῷ Μονογενεῖ τὸ ἀξίωμα λέγων ὁ Εὐαγγελιστὴς, ὅτι καὶ "ἐν τῷ κόσμῳ "ἦν" καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. ἀλλ' οἶδεν ἕνα κατὰ φύσιν ὄντα τῶν ἁπάντων Δημιουργόν. οὐκ ἄρα ταὐτὸν ἂν νοοῖτό ποτε παρά γε τοῖς εἰδόσι πιστεύειν ὀρθῶς, ποίημα καὶ ποιητὴς, Θεὸς καὶ κτίσις, ἀλλ' ἡ μὲν ὑποκείσεται δουλοπρεπῶς, τὸν τῆς οἰκείας φύσεως ὅρον ἐπιγινώσκουσα·