Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.128
Not analysed yet
βασιλεύσει δὲ ἐπ' αὐτὴν ὁ Υἱὸς, μόνος ἔχων μετὰ τοῦ Πατρὸς τὸ δύνασθαι καὶ ὡς ὄντα τὰ μὴ ὄντα καλεῖν, καὶ τὸ μήπω ὑπάρχον ἀῤῥήτῳ δυνάμει παράγειν εἰς γένεσιν. ὅτι δὲ ὑπάρχων κατὰ φύσιν Θεὸς ὁ Υἱὸς, ἕτερος δήπου πάντως ἐστὶ παρὰ τὴν κτίσιν, ἀρκούντως ἤδη διειληφότες ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ, περιττὸν ἐν τούτοις ἐροῦμεν οὐδέν· πλὴν ἐκεῖνο χρησίμως προσθήσομεν, ὅτι δι' αὐτοῦ τὸν κόσμον πεποιῆσθαι λέγων, εἰς ἔννοιαν ἡμᾶς ἀναφέρει τὴν περὶ Πατρὸς, καὶ συνεισφέρει τῷ δι' οὗ τὸν ἐξ οὗ. πάντα γὰρ παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι. Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νήφει πάλιν ὁ πνευματοφόρος, καὶ φθάνειν ἐπείγεται τὰς παρά τινων εὑρεσιλογίας· θαυμάσεις δὲ πάλιν τὸν ἐν τοῖς θεωρήμασι λογισμόν. φῶς ἀληθινὸν ἀπεκάλεσε τὸν Υἱὸν, διισχυρίσατό τε φωτίζειν αὐτὸν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· πρὸς δέ γε τούτῳ, ὅτι καὶ "ἦν ἐν τῷ κόσμῳ "φησὶν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο." ἀλλ' εἶπεν ἄν τις εὐθὺς ἡμῖν τῶν δι' ἐναντίας Εἰ φῶς ἦν ὁ Λόγος, ὦ οὗτοι, καὶ εἰ φωτίζει παντὸς ἀνθρώπου καρδίαν, εἰς θεογνωσίαν δηλονότι καὶ εἰς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ εἴπερ ἦν ἀεὶ ἐν τῷ κόσμῳ, καὶ αὐτὸς ἦν ἐργάτης αὐτοῦ, πῶς ἠγνοήθη καὶ εἰς χρόνους οὕτω μακρούς· οὐκοῦν οὐκ ἐφώτιζεν, ἀλλ' οὐδὲ ὅλως ὑπῆρχε τὸ φῶς αὐτός. πρὸς δὴ τὰ τοιαῦτα θερμότερον ὁ θεολόγος ὑπαντιάζει λέγων Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· οὐκ αὐτὸς δι' ἑαυτὸν ἠγνοήθη, φησίν· αἰτιάσθω δὲ ὁ κόσμος τὴν οἰκείαν ἀσθένειαν. φωτίζει μὲν γὰρ ὁ Υἱὸς, ἀπαμβλύνει δὲ τὴν χάριν ἡ κτίσις. ἐδανείζετο τὸ βλέπειν ἵνα τὸν κατὰ φύσιν νοήσῃ Θεὸν, καὶ δεδαπάνηκεν ἀσώτως τὸ δοθὲν, μέχρι τῶν ποιημάτων ἔστησε τῆς θεωρίας τὸ μέτρον· ἐνάρκησε τὸν