Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.14
Not analysed yet
κατὰ τῆς οἰκείας ἠρεύγοντο κεφαλῆς; τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ φῶς τὸ ἀΐδιον, ἐν ᾧ δὴ πάντες καὶ κινούμεθα καὶ ἐσμὲν, τότε πρῶτον κεκλῆσθαι πρὸς ὕπαρξιν ἀμαθῶς τε καὶ ἀσεβῶς διϊσχυρίζοντο, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου, καὶ τὸ κοινὸν δὴ τοῦτο σχῆμα λαβὼν "ἐπὶ "τῆς γῆς ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συν"ανεστράφη." τοῖς μὲν οὖν τῇδε διακειμένοις, καὶ τὴν ἄῤῥητόν τε καὶ προαιώνιον τοῦ Υἱοῦ γέννησιν συκοφαντῆσαι τολμήσασιν ὁ προφητικὸς ἐπισκήπτει λόγος ἔχων ὡδί "Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν "καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε "τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν "ὑμῶν;" οὐκ ἐξ ἀγαθῆς δηλονότι καρδίας ἐκβάλλουσαν ἀγαθὰ, ἀλλὰ τὸν τοῦ μιαιφόνου δράκοντος ἰὸν ἀναπτύουσαν, περὶ οὗ φησιν ὁ μελῳδὸς, ὡς πρὸς τὸν ἕνα καὶ ἐπὶ πάντων Θεόν "Σὺ "συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος." Ἐπειδὴ δὲ οὐ μικρὸς περὶ τούτων ἐν τοῖς πεπιστευκόσιν ὁ θόρυβος ἦν, καὶ τὰς τῶν ἁπλουστέρων ψυχὰς λοιμοῦ δίκην τὸ ἐκ τοῦ σκανδάλου κατεβόσκετο βλάβος· ᾤοντο γὰρ ὄντως τινὲς, ταῖς παρ' ἐκείνων φλυαρίαις τῶν ἀληθῶν ἐξελκόμενοι δογμάτων, εἰς ἀρχὴν τοῦ εἶναι τότε μόλις κεκλῆσθαι τὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος· συνενεχθέντες, καὶ κατὰ ταυτὸν γενόμενοι, τῶν πιστευσάντων οἵπερ ἦσαν νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν, αὐτὸν δὲ δηλονότι τὸν Ἰωάννην φημὶ, καὶ δὴ καὶ τὴν τοῖς ἀδελφοῖς ἐπισκήψασαν ἐξήγγελον νόσον, τάς τε τῶν ἑτεροδιδασκαλούντων ἐξεκάλυπτον φλυαρίας, ἐπαμῦναί τε γοργῶς σφίσι τε αὐτοῖς παρεκάλουν ταῖς διὰ τοῦ Πνεύματος φωταγωγίαις, καὶ τοῖς ἤδη σεσαγηνευμένοις, εἴσω τε δικτύων γεγονόσι