Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.15
Not analysed yet
διαβολικῶν χεῖρα προτείνειν σωτήριον. ἐπαλγήσας τοίνυν τοῖς ἀπολώλοσι καὶ τὸν νοῦν κατεφθαρμένοις ὁ μαθητὴς, εἶναί τε ὁμοίως οἰηθεὶς ἀτοπώτατον τὸ μηδεμίαν τῶν ἐφεξῆς καὶ μετ' ἐκείνους ἐσομένων ποιήσασθαι πρόνοιαν, ἐπὶ τὴν τοῦ βιβλίου τρέχει συγγραφήν· καὶ τὰ μὲν, ὅσαπερ ἦν ἀνθρωπινώτερον εἰπεῖν, γενεαλογεῖν τὰ περὶ τῆς κατὰ σάρκα νομικῆς τε καὶ φυσικῆς τοῖς ἑτέροις ἐξηγεῖσθαι πλατύτερον συγκεχώρηκεν εὐαγγελισταῖς· θερμῶς δὲ λίαν αὐτὸς καὶ σφόδρα νεανικῶς ταῖς τῶν ἐκεῖνα παρεισαγόντων φλυαρίαις ἐνάλλεται λέγων·