Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.146
Not analysed yet
δείξῃ Χριστὸν, ἀλλ' ὡς συντεθεαμένος "τὴν δόξαν αὐτοῦ, "δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ "ἀληθείας." Ποῖον οὖν ἄν τις ἐφαρμόσαι λόγον τοῖς οὕτως ἀκαίρως εἰσβεβηκόσι διηγήμασιν; ἢ πῶς ἄν τις ἡμῖν ἑρμηνεύσοι σαφῶς, εἰς ποσότητα χρόνου λαβὼν τὸ ζητούμενον, τουτέστιν Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε; κείσθω γὰρ δὴ καὶ ὁμολογουμένως τὸ κατόπιν ἔρχεσθαι τοῦ βαπτιστοῦ τὸν Κύριον, ἅτε δὴ γεγονότα τῷ χρόνῳ τῷ κατὰ τὴν σάρκα δεύτερον· κατὰ τίνα τρόπον καὶ ἔμπροσθεν αὐτοῦ γενήσεται, κατὰ χρόνον δὲ δηλονότι; καλεῖ γὰρ εἰς τοῦτον ἡμᾶς τὸν νοῦν ἡ τοῖς προλαβοῦσιν ἀναλόγως ὀφειλομένη τάξις τε καὶ ἀκολουθία. ἀλλ' οἶμαι τοῦτο παντί τῳ γενέσθαι σαφὲς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων. τὸ γὰρ ὑστερίζον τινὸς κατὰ χρόνον, οὐκ ἄν ποτε φθάσαι τὸ ἡγούμενον. οὐκοῦν ἀμαθὲς κομιδῇ, καὶ παντελῶς ἀπίθανον, περὶ χρόνου τοῦ κατὰ τὴν σάρκα τὸν ἅγιον εἰπεῖν οἴεσθαι βαπτιστήν Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ἀκολούθως δὲ μᾶλλον τῷ ἡμῖν προτεθέντι σκοπῷ νοοῦντες αὐτὸ, τοιῶσδέ πως εἰρῆσθαι πιστεύσομεν. χαριέντως ὁ μακάριος βαπτιστὴς ἀπὸ τοῦ κατὰ συνήθειαν σχήματος ἀναφέρει τὸν λόγον, ἐπὶ ποιότητα πραγμάτων πνευματικὴν, καὶ ὥσπερ ἀπό τινος εἰκόνος τῶν καθ' ἡμᾶς εἰς ἐξήγησιν ἔρχεται νοημάτων λεπτομερεστέρων. Φιλεῖ μὲν γάρ πως ἀεὶ τὸ ἡγεῖσθαι πεφυκὸς, τῶν ἕπεσθαι λεγομένων ὑπάρχειν ἐπιδοξότερον, παραχωρεῖ δὲ τοῖς ἡγουμένοις τὰ ἑπόμενα· οἷον ὁ χαλκευτικὴν ἀκριβώσας τέχνην, ἢ τεκτονικὴν τυχὸν, ἢ ὑφαντικὴν, ἡγεῖταί πως, καὶ τὸ ἄμεινον ἔχει τοῦ κατὰ μαθητείαν ἕπεσθαι νοουμένου, καὶ εἰς τὸ τελείως εἰδέναι βαδίζοντος· ἀλλ' ὅταν ὁ τοιοῦτος τὴν τοῦ