Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.147
Not analysed yet
διδάσκοντος ὑπεραναβαίνῃ τέχνην, καὶ κατόπιν ἐάσας αὐτὴν ἐργάζηται τὸ ἄμεινον, οὐκ ἀκόμψως ἐρεῖν τὸν νενικημένον ὑπολαμβάνω περὶ τοῦ νικήσαντος μαθητοῦ Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε. κατὰ τοῦτο τοίνυν μετακομίζων τὸ σχῆμα τὴν τοῦ θεωρήματος δύναμιν, ἐπί τε τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ τοῦ ἁγίου βαπτιστοῦ, νοήσεις ὀρθῶς· δέχου δὲ τὰ καθ' ἕκαστον ἐξ ἀρχῆς. ἐθαυμάζετο παρὰ πάντων ὁ βαπτιστὴς, πολλοὺς ἐποίει τοὺς μαθητὰς, ὄχλος αὐτὸν περιέθει τῶν βαπτιζομένων πολὺς, ἠγνοεῖτο δὲ καίτοι κρείττων ὢν ὁ Χριστὸς, ἐλάνθανεν ὅτι Θεὸς ὑπῆρχεν ἀληθινός· ἐπειδὴ δὲ ἡγνοεῖτο, θαυμαζομένου τοῦ βαπτιστοῦ, ἐδόκει πως καὶ ὑστερίζειν αὐτοῦ· ἐβάδιζεν ὀπίσω βραχὺ τὸ μεῖζον ἔχοντος ἔτι κατὰ τιμὴν καὶ δόξαν τὴν ἐν ἀνθρώποις ἐκείνου· ἀλλ' ὁ ἐρχόμενος ὀπίσω γέγονεν ἔμπροσθεν, μείζων Ἰωάννου καὶ κρείττων ἀναδεικνύμενος. ὁ μὲν γὰρ ἤδη Θεὸς ὑπάρχων διὰ τῶν ἔργων ἀπεκαλύπτετο, ὁ δὲ τῆς ἀνθρωπότητος οὐκ ἀναβαίνων τὸ μέτρον, ὀπίσω λοιπὸν γεγονὼς εὑρίσκεται. οὐκοῦν αἰνιγματωδῶς ὁ μακάριος ἔφασκε βαπτιστής Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ἀντὶ τοῦ Ὁ ποτὲ κατόπιν τῆς ἐμῆς ὑπάρχων τιμῆς, ἐπιδοξότερος ὤφθη, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὸ ἐμοὶ πρέπον τε καὶ προσὸν ὑπερεκτρέχει μέτρον. οὕτω νοοῦντες τὸ εἰρημένον, μάρτυρα τῆς δόξης τοῦ Μονογενοῦς εὑρήσομεν αὐτὸν, καὶ οὐκ εἰκαίων πραγμάτων ἄκαιρον ἐξηγητήν. τὸ γὰρ μείζονα λέγειν ἑαυτοῦ τὸν Χριστὸν, μεγάλην ἔχοντος ἐπὶ ἁγιότητι τὴν ὑπόληψιν, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ δόξαν αὐτῷ τὴν ἐξαίρετον ἐπιμαρτυρεῖν; ὅτι πρῶτός μου ἦν. ἔμπροσθέν μου γέγονεν εἰπὼν, ἀναγκαίως ἐπιφέρει τό Ὅτι πρῶτός μου ἦν, πρεσβυτάτην αὐτῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ τὸ προὔχειν