Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.148
Not analysed yet
ἁπάντων οὐκ ἐν χρόνῳ προσγεγονὸς, ἀλλ' ἐνυπάρχον ἄνωθεν ὡς Θεῷ κατὰ φύσιν, διαβεβαιούμενος. ἦν γάρ μου πρῶτος, φησὶν, ἀντὶ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἀμείνων καὶ ἐπιδοξότερος· διὰ δὲ τῆς πρὸς ἕνα τῶν γενητῶν συγκρίσεως, ἡ κατὰ πάντων ψῆφος τῷ ὑπὲρ πάντας συνάγεται. οὐ γὰρ ἐν τούτῳ καὶ μόνον τὸ μέγα καὶ ἀξιάγαστον τοῦ Υἱοῦ θεωρήσομεν ἀξίωμα, ἐν τῷ τὴν Ἰωάννου δόξαν ὑπερδραμεῖν, ἀλλ' ἐν τῷ πάσης ὑπερκεῖσθαι γενητῆς οὐσίας. Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἀποδέχεται διὰ τούτων τὴν ἀληθῆ τοῦ βαπτιστοῦ μαρτυρίαν ὁ Εὐαγγελιστὴς, καὶ σαφῆ ποιεῖται τὴν ἀπόδειξιν τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς, καὶ τοῦ κεκτῆσθαι τὸ πλέον οὐσιωδῶς κατὰ παντὸς γενητοῦ, κατά τε τὴν δόξαν αὐτὴν, περὶ ἧς ὁ λόγος μάλιστα νῦν, καὶ τὸν ἐπὶ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς εὐκλεᾶ κατάλογον. ἄριστα γάρ μοι, φησὶ, καὶ ἀληθέστατα λέγων ὁ βαπτιστὴς ἀναφαίνεται περὶ τοῦ Μονογενοῦς "Ὅτι πρῶτός μου ἦν," τουτέστι, πολὺ δὴ κρείττων καὶ ἀμείνων. ἐπεὶ καὶ πάντες ἡμεῖς οἱ εἰς τὸν τῶν ἁγίων κατατεταγμένοι χορὸν, τὸ ἴδιον αὐτοῦ καταπεπλουτήκαμεν ἀγαθὸν, καὶ τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς ἑαυτῆς ἐπισεμνύνεται πλεονεκτήμασιν ἡ ἀνθρώπου φύσις, ὅταν ἔχουσά τι τῶν ἀξιαγάστων εὑρίσκηται· ἀπὸ γὰρ τοῦ πληρώματος τοῦ Υἱοῦ, καθάπερ ἐξ ἀεννάου πηγῆς, ἡ τῶν θείων χαρισμάτων ἀναβλύζουσα δόσις εἰς ἑκάστην ἔρχεται ψυχὴν, ἥπερ ἂν φαίνοιτο τοῦ λαβεῖν ἀξία. εἰ δὲ χορηγεῖ μὲν ὡς ἐκ φυσικοῦ πληρώματος ὁ Υἱὸς, χορηγεῖται δὲ ἡ κτίσις· πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐχ ὁμοίαν ἔχων τοῖς ἄλλοις τὴν δόξαν, ἀλλ' ἥπερ