Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.149
Not analysed yet
ἂν πρέποι τῷ ἐκ Θεοῦ Μονογενεῖ, φύσεως οἰκείας ἔχοντι καρπὸν τὰ κατὰ πάντων πλεονεκτήματα, καὶ τῆς πατρικῆς ἰδιότητος ἀξίωμα τὴν ὑπεροχήν; οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον Παῦλον περὶ τῆς τῶν ὅλων διαλαβόντα φύσεως, κεκινῆσθαι διὰ τούτων εἰς ἐννοίας ἀληθεῖς, οὕτω τε λοιπὸν ὡς πρὸς τὴν κτίσιν εἰπεῖν "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" μετὰ γὰρ τοῦ εἶναι, καὶ τὸ εὖ εἶναι τοιῶσδε τυχὸν τῇ κτίσει θεόσδοτον, ἔχει δὲ οἴκοθεν οὐδὲν, πλουτεῖ δὲ μόνον τὴν τοῦ διδόντος φιλοτιμίαν. σημειωτέον δὲ πάλιν, ὅτι πλήρη, τουτέστιν, ἐν πᾶσι παντέλειον εἶναί φησι τὸν Υἱὸν, καὶ τοσοῦτον ἀφεστῶτα τοῦ κατά τι γοῦν ἐπιδεᾶ καθεστάναι, ὡς καὶ πᾶσι δύνασθαι χορηγεῖν, τὸ ἐλαττοῦσθαι παραιτούμενον καὶ τῆς οἰκείας ὑπεροχῆς ἀεὶ τὸ μέγεθος ἐν ταυτότητι διασώζοντα. Καὶ χάριν ἀντὶ χάριτος, ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Λαμπροτέραν τῆς ἐν ἅπασιν ἀνθρώποις εὐκλείας τὴν τοῦ Μονογενοῦς ἀναπεφάνθαι δόξαν εἰπὼν, καὶ τὸ ἐν ἁγιότητι μέγεθος ἀσύγκριτον αὐτῷ πρὸς τοὺς ἁγίους εἰσφέρων, ἀπὸ τῶν εἰς ἄκρον ἀναβεβηκότων ἀρετῆς ποιεῖσθαι σπουδάζει τοῦ προτεθέντος σκοποῦ τὴν ἀπόδειξιν. περὶ μὲν οὖν Ἰωάννου φησὶν ὁ Σωτήρ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν "γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ." ἀλλὰ τὸν οὕτω μέγαν καὶ ἀξιοζήλωτον παρέστησεν ἤδη, καθάπερ αὐτός φησιν, ἀνακεκραγότα καὶ μεγάλῃ λέγοντα τῇ φωνῇ "Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, "ὅτι πρῶτός μου ἦν." ἡττωμένης δὲ τῆς Ἰωάννου δόξης, καὶ παραχωρούσης τῷ Μονογενεῖ, πῶς οὐκ ἀνάγκη λοιπὸν ἐννοεῖν μηδένα τῶν ἄλλων ἁγίων εἰς τὸ ἴσον ἀναφέρεσθαι