Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.150
Not analysed yet
μέτρον τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸν τῆς εὐκλείας λόγον, ὃς ἐν τῇ τῶν ἔργων θεωρεῖται λαμπρότητι; οἱ μὲν οὖν κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς γεγονότες ἅγιοι, τὴν Ἰωάννου πλεονεκτεῖν οὐκ ἂν ἔχοντες ἀρετὴν, οὐδὲ τὸ ἐκείνῳ προσὸν ἀναβαίνοντες μέτρον, παραχωρήσουσι σὺν αὐτῷ τὸ νικᾶν τῷ Χριστῷ, εἴπερ ἔχων ἐν ἀγαθοῖς τὸ ἀκρότατον ὁ μακάριος βαπτιστὴς, καὶ τρόπον ὑπερβολῆς καταλελοιπὼς οὐδένα, τὴν ἐπ' ἐλάττοσι ψῆφον οὐ διὰ τῆς ἑτέρου λαμβάνει φωνῆς, ἀλλ' αὐτὸς ἑαυτοῦ κατεσφράγισε τὸ πρᾶγμα, λέγων, ὡς ἅγιος ἀληθῶς. ἐπειδὴ δὲ καὶ τῶν ἀρχαιοτέρων ἁγίων ἐχρῆν ἀναφαίνεσθαι κρείττονά τε καὶ μείζονα τὸν Ἐμμανουὴλ, ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς ἐπὶ πρῶτον ἔρχεται τὸν ἱεροφάντην Μωυσέα, πρὸς ὃν εἴρητο παρὰ Θεοῦ "Οἶδά σε "παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοί." ὅτι γὰρ ἐγινώσκετο παρὰ πάντας τῷ Θεῷ, καὶ διὰ τούτου πάλιν ἡμεῖς εἰσόμεθα "Ἐὰν γένηται, φησὶ, προφήτης ὑμῶν Κυρίῳ, ἐν "ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. "οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ "μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν "εἴδει καὶ οὐ δι' αἰνιγμάτων." ἔχοντος τοίνυν καὶ τοῦ πανσόφου Μωυσέως κατὰ τῶν ἀρχαιοτέρων ἁγίων τὴν οὕτω μεγάλην ὑπεροχὴν, κρείττονά τε καὶ εὐκλεέστερον κατὰ πάντα τρόπον ἐπιδεικνύει τὸν Μονογενῆ, ἵνα φαίνηται "ἐν "πᾶσιν αὐτὸς πρωτεύων," ὡς ὁ Παῦλός φησι· καὶ διὰ τοῦτο λέγει Καὶ χάριν ἀντὶ χάριτος, ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἶμαι γὰρ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν τὸν μακάριον Εὐαγγελιστήν. ἀληθῆ, φησὶ, τὴν ὁμολογίαν ὁ μέγας ἐποιήσατο βαπτιστὴς περὶ τοῦ Μονογενοῦς διαῤῥήδην ἀπαγγέλλων