Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.151
Not analysed yet
"Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι "πρῶτός μου ἦν·" καὶ γὰρ "ἐκ τοῦ πληρώματος αὐτοῦ "ἡμεῖς πάντες ἐλάβομεν." καὶ νομιζέτω μηδεὶς, Ἰωάννου μὲν ἢ καὶ τῶν ἄλλων ἁγίων οἳ κατὰ τοὺς τῆς ἐπιδημίας γεγόνασι καιροὺς, ὑπερανίσχειν τὸν Μονογενῆ· ἡττᾶσθαι γεμὴν κατὰ τὴν δόξαν τῶν ἀρχαιοτέρων, οἵπερ ἦσαν ἐν ἁγιασμῷ διαλάμποντες, κατὰ τοὺς ἄνωθεν τῆς ἐπιδημίας χρόνους· θεωρήσει γὰρ αὐτὸν πολὺ τὸ Μωυσέως, φησὶν, ἀναβαίνοντα μέτρον, καίτοι τὸ μεῖζον, ὡς πρὸς ἐκείνους, ἐν ἁγιασμῷ κεκτημένου· παρὰ πάντας γὰρ αὐτὸν ἐγνωκέναι σαφῶς ὁ νομοθέτης διεβεβαιώσατο. Ἰωάννης μὲν οὖν ἐξ ἰδίας ἠλέγχετο φωνὴς, ὡς ὀπίσω δόξης ἐβάδιζε τοῦ Χριστοῦ· ἔρχεται δὲ κατόπιν τῆς λαμπρότητος αὐτοῦ, καὶ οὐδὲν ὅλως ἐπ' ἐκείνῳ τὸ ζητούμενον, ἢ καὶ ἀποτραχῦνον τῆς ἀληθείας τὴν εὕρεσιν. Πόθεν οὖν ἄρα καὶ αὐτὸν εὑρήσομεν τὸν ἱεροφάντην Μωυσέα τῆς τοῦ Κυρίου δόξης ἡττώμενον; ἐξεταζέτω, φησὶν, ὁ φιλομαθὴς τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ Σωτῆρος χάριν εὐαγγελικὴν, ἀντὶ χάριτος τῆς νομικῆς τῆς διὰ Μωυσέως· τότε γὰρ δὴ θεωρήσει τοσούτῳ κρείττονα τὸν Υἱὸν, ὅσῳπερ ἂν φαίνοιτο τῆς κατὰ νόμον πολιτείας τὰ ἀμείνω νομοθετῶν, καὶ πάντων ὁμοῦ τῶν διὰ Μωυσέως εἰσφέρων τὰ βελτίονα. ὁ μὲν γὰρ νόμος φησὶ διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. τίς οὖν ἄρα τοῦ νόμου πρὸς τὴν διὰ τοῦ Σωτῆρος χάριν ἡ διαφορὰ, θεωρήσει πάλιν ὁ φιλοζητητὴς καὶ ἑταῖρος ἱδρώτων ἀγαθῶν· ὀλίγα δὲ ἡμεῖς ἐροῦμεν ἀντὶ πολλῶν, ἀμήρυτόν τινα καὶ μακρὸν τῶν ἐπὶ τούτοις θεωρημάτων τὸν ἀριθμὸν ὄντα πιστεύοντες. οὐκοῦν ὁ μὲν νόμος κατέκρινε τὸν κόσμον· "Συνέκλεισε" γὰρ ὁ Θεὸς δι' αὐτοῦ "τὰ πάντα ὑπὸ ἁμαρτίαν," ὡς ὁ Παῦλός