Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.152
Not analysed yet
φησι· καὶ κολάσεσιν ἡμᾶς ἐνόχους ὄντας ἐδείκνυεν, ἐλευθεροῖ δὲ μᾶλλον αὐτὸν ὁ Σωτήρ· οὐ γὰρ ἦλθεν "ἵνα κρίνῃ τὸν "κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον." καὶ χάριν μὲν ἀνθρώποις καὶ ὁ νόμος ἐδίδου, καλῶν ὅλως εἰς θεογνωσίαν, καὶ τῆς τῶν εἰδώλων λατρείας ἐξέλκων τοὺς πεπλανημένους, καὶ προσέτι τούτῳ καὶ τὸ φαῦλον ὑποδεικνὺς, καὶ διδάσκων τὸ ἀγαθὸν, εἰ καὶ μὴ τελείως, ἀλλὰ παιδαγωγικῶς καὶ χρησίμως· ἡ δὲ διὰ τοῦ Μονογενοῦς ἀλήθειά τε καὶ χάρις, οὐκ ἐν τύποις ἡμῖν εἰσφέρει τὸ ἀγαθὸν, οὐδὲ ὡς ἐν σκιᾷ χαράττει τὰ συμφέροντα· ἀλλ' ἐν λαμπροῖς καὶ καθαρωτάτοις διατάγμασι καὶ πρὸς τελείαν τῆς πίστεως γνῶσιν χειραγωγεῖ· καὶ ὁ μὲν νόμος πνεῦμα δουλείας ἐδίδου πρὸς φόβον, τὸ δὲ πνεῦμα τῆς υἱοθεσίας ὁ Χριστὸς εἰς ἐλευθερίαν. ὁ νόμος ὁμοίως τὴν ἐν σαρκὶ περιτομὴν οὐδὲν οὖσαν εἰσφέρει· "Ἡ "περιτομὴ γὰρ οὐδέν ἐστιν," ὥσπερ οὖν ὁ Παῦλος ἐπιστέλλει τισίν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐν πνεύματι καὶ καρδίᾳ περιτομὴν διὰ τῆς πίστεως προξενεῖ. ὁ νόμος ὕδατι βαπτίζει γυμνῷ τοὺς μεμολυσμένους, ὁ Σωτὴρ "ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί." ὁ νόμος εἰς τὴν ἀντίτυπον τῶν ἀληθινῶν εἰσφέρει σκηνὴν, ὁ Σωτὴρ εἰς αὐτὸν ἀναφέρει τὸν οὐρανὸν, καὶ εἰς τὴν ἀληθεστέραν εἰσάγει σκηνὴν, "ἣν "ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος." καὶ χαλεπὸν μὲν οὐδὲν ἀποδείξεις τοῖς εἰρημένοις ἐπισωρεύειν ἑτέρας, τιμητέον δ' οὖν ὅμως τὸ μέτρον. πλὴν ἐκεῖνο χρησίμως τε καὶ ἀναγκαίως ἐροῦμεν· ὅτιπερ ὁ μακάριος Παῦλος ἐν ὀλίγοις ἔλυσε τὸ ζητούμενον, περί τε τοῦ νόμου καὶ τῆς τοῦ Σωτῆρος χάριτος εἰπών "Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, "πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν "δόξῃ." διακονίαν μὲν γὰρ κατακρίσεως τὴν διὰ Μωυσέως φησὶν ἐντολὴν, διακονίαν δὲ δικαιοσύνης, τὴν παρὰ τοῦ