Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.153
Not analysed yet
Σωτῆρος ὀνομάζει χάριν, ᾗ καὶ τὸ πλέον ἐν δόξῃ κεκτῆσθαι χαρίζεται, τὴν τῶν πραγμάτων ἄριστα δοκιμάζων φύσιν, ὡς πνευματοφόρος. Οὐκοῦν ἐπειδήπερ ὁ μὲν κατακρίνων νόμος ἐδόθη διὰ Μωυσέως, γέγονε δὲ διὰ τοῦ Μονογενοῦς ἡ δικαιοῦσα χάρις, πῶς οὖν οὐκ ἀμείνων ἐν δόξῃ, φησὶν, ὁ δι' οὗ τὰ κρείττω νενομοθέτηται; ἀληθεύσει δὴ οὖν καὶ ὁ μελῳδὸς ἐν Πνεύματι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν πάσης ὁμοῦ τῆς λαμπρᾶς τῶν ἁγίων πληθύος ὑπερκεῖσθαι βοῶν "Τίς γὰρ, φησὶν, ἐν "νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ "Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" νεφέλαι μὲν γὰρ αἱ νοηταὶ, τουτέστιν, οἱ ἅγιοι προφῆται παραχωρήσουσι τὸ νικᾶν τῷ Χριστῷ, οἰήσονται δὲ δεῖν οὐδαμῶς ἰσομέτρῳ πρὸς αὐτὸν ἁμιλλᾶσθαι τιμῇ, τὴν δευτέραν ἀποφερομένου τάξιν τοῦ παρὰ πάντας ἐγνωσμένου παρὰ Θεοῦ, τουτέστι Μωυσέως· υἱοὶ δὲ οἱ χρηματίσαντες τοῦ Θεοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἀπαραλλάκτως ὁμοιωθήσονται τῷ κατὰ φύσιν Υἱῷ, ἀλλὰ τὸ οἰκεῖον ἐπιγνώσονται μέτρον, ὀπίσω μάλιστα τεθεῖσθαι λέγοντος ἑαυτὸν τοῦ ἁγίου βαπτιστοῦ, περὶ οὗ φησιν ὁ καρδίας εἰδώς "Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ"ναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ." ἀληθεύει δὴ οὖν ὁ μακάριος Εὐαγγελιστὴς, τεθεᾶσθαι λέγων "τὴν δόξαν "αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς," τουτέστιν ἥπερ ἂν πρέποι τῷ ἐκ Θεοῦ Πατρὸς Υἱῷ Μονογενεῖ, καὶ οὐχὶ μᾶλλον τοῖς εἰς ἀδελφότητα κεκλημένοις αὐτοῦ, ὧν ἐστι πρωτότοκος.