Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.159
Not analysed yet
ἡμεῖς ἀντεροῦμεν, τὸν ὀρθὸν τῆς ἀληθείας ἀντεξάγοντες λόγον Ὁ κόλπος ἡμῖν, ὦ βέλτιστοι, σημαίνει καθ' ὑμᾶς τὴν ἀγάπησιν· τοῦτο γὰρ ἀρτίως λεγόντων ἠκούσαμεν. ἆρ' οὖν, ἐπειδήπερ "ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον" κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· "Ἀγαπᾷ δὲ Κύριος καὶ τὰς πύλας Σιὼν," κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀκινδύνως ἐροῦμεν ἐν κόλπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τόν τε κόσμον αὐτὸν καὶ τὰς τῆς Σιὼν εἶναι πύλας; ὅταν δὲ λέγῃ καὶ πρὸς τὸν ἱεροφάντην Μωυσέα "Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου," ἀγαπᾶν, εἰπέ μοι, προστάττει τὴν χεῖρα αὐτῷ, καὶ οὐχὶ μᾶλλον κατακρύψαντα ἔχειν; εἶτα πῶς οὐ μέγαν ἐπὶ τούτοις ὀφλήσομεν γέλωτα, μᾶλλον δὲ πῶς εἰς αὐτὸν οὐκ ἀσεβήσομεν τὸν Πατέρα, πάντα ἐν κόλποις εἶναι λέγοντες αὐτοῦ, καὶ τὸ μόνου τοῦ Μονογενοῦς ἐξαίρετον ἀγαθὸν κοινοποιοῦντες τοῖς ἄλλοις, ἵνα πλέον ἔχοι μηδὲν παρὰ τὴν κτίσιν ὁ Υἱός; Οὐκοῦν ταῖς ἐκείνων ἀβουλίαις ἐῤῥῶσθαι φράσαντες, ἐπὶ τῷ εὐθεῖ τῆς ἀληθείας βαδιοῦμεν λογισμῶν, ὅταν ἐν κόλπῳ λέγηται τοῦ Πατρὸς ὁ Υἱὸς, ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νοοῦντες αὐτόν· ἀναμαξάμενοι δὲ ἀκριβῶς τὴν τοῦ νοήματος δύναμιν, οὕτως ἔχον αὐτὸ, καὶ οὐχ ἑτέρως, εὑρήσομεν. Μονογενὴς, φησὶν, ὁ Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. ἐπειδὴ γὰρ ἔφη Μονογενῆ καὶ Θεὸν, τίθησιν εὐθύς Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἵνα νοῆται καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς, ἀντὶ τῆς οὐσίας τὸν κόλπον τοῦ Πατρὸς εἰπὼν, ὡς ἐκ παραδείγματος σωματικοῦ. τύποι γάρ εἰσί πως τῶν νοητῶν τὰ ἐμφανέστερα, καὶ χειραγωγεῖ πρὸς κατάληψιν τῶν ὑπὲρ ἡμᾶς τὰ ἐν ἡμῖν· λαμβάνεται δὲ πολλάκις ὡς ἐν εἰκόνος τάξει τὰ σωματικὰ, καὶ λεπτοτέρων ἡμῖν θεωρημάτων εἰσφέρει τὴν κατάληψιν, εἰ καὶ οὕτω νοεῖται κατὰ