Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.170
Not analysed yet
ποντα, λοιπὸν ὁρωμένου καὶ ὄντος ἐν ὀφθαλμοῖς τοῦ δι' ὃν ἡ ἑτοιμασία γίνεται· ἑτέρων ἐδεῖτο λόγων ἡ τοῦ πράγματος φύσις. ἐχρῆν ἐξηγεῖσθαι τίς ὁ παρὼν, καὶ ἐπὶ τίσιν ἔχει τὴν κάθοδον ὁ πρὸς ἡμᾶς ἐξ οὐρανῶν ἀφιγμένος. ἴδε τοίνυν φησὶν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὃν ὁ προφήτης ἡμῖν Ἡσαΐας κατεσήμαινε λέγων "Ὡς πρόβατον "ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος "αὐτὸν ἄφωνος," ὃν καὶ πάλαι, φησὶν, ὁ διὰ Μωυσέως ἀνετύπου νόμος· ἀλλὰ τότε μὲν ἔσωζε μερικῶς, οὐκ εἰς ἅπαντας ἐκτείνων τὸν ἔλεον· τύπος γὰρ ἦν καὶ σκιά· νυνὶ δὲ ὁ πάλαι δι' αἰνιγμάτων ζωγραφούμενος, ὁ ἀληθινὸς ἀμνὸς, τὸ ἄμωμον ἱερεῖον, ὑπὲρ πάντων ἄγεται πρὸς σφαγὴν, ἵνα τοῦ κόσμου τὴν ἁμαρτίαν ἐλάσῃ, ἵνα τὸν τῆς οἰκουμένης ὀλοθρευτὴν ἀνατρέψῃ, ἵνα καταργήσῃ τὸν θάνατον ὑπὲρ πάντων ἀποθανὼν, ἵνα λύσῃ τὴν ἐφ' ἡμῖν κατάραν, ἵνα παύσηται λοιπὸν τό "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ," ἵνα γένηται δεύτερος Ἀδὰμ, οὐκ ἀπὸ γῆς, ἀλλ' ἐξ οὐρανοῦ, καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει παντὸς ἀγαθοῦ, λύσις ἐπεισάκτου φθορᾶς, πρόξενος αἰωνίου ζωῆς, ἀναμορφώσεως τῆς εἰς Θεὸν ὑπόθεσις, εὐσεβείας καὶ δικαιοσύνης ἀρχὴ, ὁδὸς εἰς βασιλείαν οὐρανῶν· "εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν" ἀμνὸς, ὅλην ἀνασώζων τὴν ἐπὶ γῆς ἀγέλην τῷ Θεῷ καὶ Πατρὶ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας ὑποτάξῃ Θεῷ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας κερδάνῃ· ἵνα λοιπὸν οἱ πάντες "μηκέτι "ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ" ἀναστάντι. ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, διά τε τοῦτο χρεωστούμενοι θανάτῳ καὶ φθορᾷ, δέδωκεν ἀντίλυτρον ὑπὲρ ἡμῶν τὸν Υἱὸν ὁ Πατὴρ ἕνα ὑπὲρ πάντων, ἐπεὶ καὶ πάντα ἐν αὐτῷ, καὶ πάντων κρείττων ἐστίν· εἷς ἀπέθανεν ὑπὲρ πάντων, ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· καταπιὼν