Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.176
Not analysed yet
φόρους καταμεριοῦμεν λόγους, ὡς εἶναι μὲν ἐν τῷδε τυχὸν ἀτελῆ, τελείαν δὲ αὖ πάλιν ἐν ἐκείνῳ· ἐπεὶ καὶ ὁ τῆς ἀνθρωπότητος ὅρος εἷς κατὰ πάντων ἐστὶ καὶ ἴσος ἐν πᾶσιν ἡμῖν· ἔλαττον δὲ τίς ἄνθρωπος, καθὸ πέφυκεν ἄνθρωπος; ἀλλ' οὐδὲ πλέον ἑτέρου καταληφθήσεται, ἀγγέλου δὲ οἶμαι διοίσει κατ' οὐδὲν ἕτερος ἄγγελος, κατά γε τὸ εἶναι τοῦθ' ὅπερ εἰσὶν ἄγγελοι, δηλαδὴ διὰ τῆς πρὸς ἀλλήλους ὁμοειδίας, εἰς μίαν ἅπαντες ἀναδεσμούμενοι φύσιν. πῶς ἂν οὖν ἡ θεία καὶ ἁπάντων ὑπερανίσχουσα φύσις ἐν ἐλάττοσι τῶν γενητῶν ἐν τοῖς καθ' ἑαυτὴν ἀγαθοῖς ὀφθήσεται, ὑπομενεῖ δὲ πάθος, ὃ παθεῖν οὐκ οἶδεν ἡ κτίσις; πῶς δὲ ὅλως ἔσται καὶ ἁπλῆ καὶ ἀσύνθετος, εἴπερ ὂν ἐν αὐτῇ φανεῖται τὸ τέλειον καὶ τὸ ἀτελές; συγκείσεται γὰρ δι' ἀμφοῖν, εἴπερ οὐχ ὅμοιον τῷ τελείῳ τὸ ἀτελές. εἰ μὲν γὰρ ὅμοιόν ἐστι καὶ τὸ διαλλάττον οὐδὲν ἐν αὐτοῖς, πᾶν ὅπερ ἂν εἴη τέλειον ἀδιαφόρως ἔσται καὶ ἀτελές· καὶ εἴ τι πάλιν ἀτελὲς, τοῦτο καὶ τέλειον, καὶ οὐδὲν ἐν Υἱῷ τὸ κατηγόρημα, κἂν ταῖς ὑμετέραις διανοίαις τὸ τέλειον ἔχων οὐ φαίνηται· ἀλλ' οὐδὲ αὐτὸς ὁ Πατὴρ ὑπεραλεῖται τὸν Υἱὸν ἐπὶ τελειότητι μαρτυρούμενος, καὶ λέλυται πάλιν ἡμῖν τὸ ζητούμενον· εἰ δὲ πολὺς ἀποτειχίζει λόγος τοῦ τελείου τὸ ἀτελὲς, δέχεται δὲ καὶ ἡ θεία φύσις κατὰ ταὐτὸν ἀμφότερα, σύνθετος ἄρα καὶ οὐχ ἁπλῆ. Ἀλλ' ἐρεῖ τις τυχὸν, ὡς ἀσυμφυῆ τέ ἐστι καὶ ἀσυνύπαρκτα κατὰ ταὐτὸν ἐν ἑνὶ τῷ ὑποκειμένῳ τὰ ἐναντία, ὡς ἐν σώματι τυχὸν ὁμοῦ χρῶμα λευκὸν καὶ μέλαν. καλῶς γε, ὦ φίλος, καὶ μάλα γοργῶς τοῖς ἡμετέροις ἐπηγωνίσω λόγοις. εἰ γὰρ μία τις ἐστὶν ἡ θεία φύσις, καὶ παρ' αὐτὴν οὐχ ἑτέρα, πῶς ἂν εἰπέ μοι τῶν ἐναντίων γένοιτο δεκτική; πῶς δὲ καθ' ἕν τι τὸ ὑποκείμενον τὰ ἀλλήλοις ἀνόμοια συμβήσεται;