Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.177
Not analysed yet
Θεοῦ δὲ ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, Θεός ἐστι κατὰ φύσιν καὶ ὁ Υἱός. οὐδὲν ἄρα διοίσει, κατά γε τὸ εἶναι τέλειος, ὡς πρὸς τὸν Πατέρα, τῆς θείας αὐτοῦ καὶ τελειοτάτης οὐσίας ἐκπεφυκώς· ἢ γὰρ οὐκ ἀνάγκη τέλειον εἶναι πάντως τὸν ἐκ τελείου γεννήτορος, εἴπερ ἐστὶν αὐτοῦ καὶ ἀπαράλλακτος εἰκὼν "καὶ χαρακτὴρ τῆς ὑποστάσεως," καθὰ γέγραπται; ἀλλ' οἶμαι πᾶς τις ἡμῖν συνερεῖ καὶ συνθήσεται. ἢ λεγέτω πάλιν εἰς μέσον ἐλθὼν, κατὰ τίνα τρόπον τοῦ τελείου Πατρὸς ἀπαράλλακτος ἔσται χαρακτὴρ ὁ Υἱὸς, οὐκ ἔχων ἐν ἰδίᾳ φύσει τὸ εἶναι τέλειος, κατὰ τὴν τινῶν δυσβουλίαν. ἐπειδὴ δέ ἐστι καὶ χαρακτὴρ καὶ εἰκὼν, τέλειος ἄρα καὶ αὐτὸς, ὡς ἐκεῖνος οὗ καὶ ἔστιν εἰκών. ἀλλ' εἶδε, φησὶν, ὁ Ἰωάννης ἐξ οὐρανοῦ τὸ Πνεῦμα καταβαῖνον ἐπὶ τὸν Υἱὸν, καὶ ἐπακτὸν ἔχει τὸν ἁγιασμὸν, δέχεται γὰρ ὡς οὐκ ἔχων δηλαδή· ὥρα δὴ οὖν ἀναφανδὸν ποίημα μὲν λέγειν αὐτὸν, ὀλίγῃ μόλις ὑπεροχῇ τιμώμενον, ἐν ἴσῃ δὲ τάξει τοῖς ἄλλοις τελειούμενόν τε καὶ ἁγιαζόμενον, καὶ ἐπίκτητον ἔχοντα τὴν τῶν ἀγαθῶν χορηγίαν. εἶτα πῶς οὐ διαψεύσεται λέγων ὁ Εὐαγγελιστής "Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;" πῶς γὰρ ἔσται πλήρης ἐν ἰδίᾳ φύσει λαμβάνων αὐτὸς παρ' ἑτέρου; ἢ πῶς ἂν ὅλως νοοῖτο πατὴρ ὁ Θεὸς, εἴπερ ἐστὶ ποίημα καὶ οὐχὶ μᾶλλον Υἱὸς ὁ Μονογενής; ψευδώνυμος γὰρ, ἂν οὕτως ἔχῃ, καὶ αὐτὸς ἔσται Πατὴρ, ἀλήθεια δὲ οὐδαμῶς ὁ Υἱὸς, νόθον ἔχων ἐφ' ἑαυτῷ τὸ ἀξίωμα καὶ μέχρι γυμνῶν ῥημάτων τὴν προσηγορίαν. οἰχήσεται δὴ οὖν εἰς οὐδὲν τὸ σύμπαν ἡμῖν, οὔτε τοῦ Πατρὸς κατ' ἀλήθειαν ὄντος πατρὸς, οὔτε μὴν τοῦ Υἱοῦ τοῦτο κατὰ φύσιν ὑπάρχοντος, ὅπερ εἶναι λέγεται· εἰ δὲ ἀληθῶς πατήρ ἐστιν ὁ Θεὸς, ἔχει δὴ πάντως, οὗ καὶ ἔστι πατὴρ, Υἱὸν δηλονότι τὸν ἐξ ἑαυτοῦ. Εἶτα πῶς ἡ κατὰ φύσιν ἁγία θεότης ἁγιότητος ἔρημον τὸ