Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.178
Not analysed yet
ἐξ αὐτῆς ἀποτέξεται, καὶ γυμνὸν ἡμῖν τῶν αὐτῇ προσόντων ἰδιωμάτων τὸν οἰκεῖον ἀποδώσει καρπόν; εἰ γὰρ ἔχει τὸν ἁγιασμὸν ἐπακτὸν, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἀνάγκη δὴ πάλιν πᾶσα συνομολογεῖν καὶ οὐχ ἑκόντας αὐτοὺς, ὡς ἦν μὲν ἅγιος οὐκ ἀεί· γέγονε δὲ ὕστερον, ὅτε καὶ Τὸ Πνεῦμα καταβέβηκεν ἐπ' αὐτὸν, ὡς ὁ Ἰωάννης φησί· πῶς οὖν ἅγιος ἦν καὶ πρὸ τῆς σαρκώσεως ὁ Υἱός; οὕτως γὰρ αὐτὸν ἐδοξολόγει τὰ Σεραφὶμ ἐπὶ τὸν τρίτον ἐφεξῆς ἀριθμὸν ἀπὸ τοῦ πρώτου, τό Ἅγιος στοιχηδὸν ἀναφέροντα. οὐκοῦν εἴπερ ἅγιος ἦν καὶ πρὸ τῆς ἐνανθρωπήσεως, μᾶλλον δὲ ὑπάρχων ἀεὶ μετὰ τοῦ Πατρὸς, πῶς ἐδεῖτο τοῦ ἁγιάζοντος, καὶ τοῦτο ἐν ὑστέροις καιροῖς, ὅτε γέγονεν ἄνθρωπος; θαυμάζω δὲ ὅπως αὐτοὺς κἀκεῖνο λανθάνει, καίτοι λίαν ὄντας φιλοζητητάς· ἢ γὰρ οὐκ ἀνάγκη νοεῖν, δύνασθαί ποτε τὸν Υἱὸν καὶ ἀποπτύσαι τὸν ἁγιασμὸν, εἴπερ οὐκ ἔστιν οὐσιώδης ἐν αὐτῷ, συνέβη δὲ ὥσπερ ἡμῖν καὶ ἑτέρῳ τινὶ τῶν λογικῶν κτισμάτων; τὸ δὲ ἁγιότητος ἐκπεσὸν, οὐχὶ δὴ πάντως ἔσται καὶ ὑπὸ τὰ τῆς ἁμαρτίας δεσμὰ, καὶ ὀκλάσει πρὸς τὸ χεῖρον, οὐκέτι διασῶζον τὸ φαυλότητος ἔξω γίνεσθαι ποιοῦν; οὐκοῦν οὐδὲ ἀναλλοίωτος ἡμῖν ὁ Υἱὸς εὑρεθήσεται, διαψεύσεται δὲ καὶ ὁ μελῳδὸς ἐν Πνεύματι "Σὺ δὲ ὁ αὐτὸς εἶ" βοῶν, ὡς πρὸς αὐτόν. Πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρείσθω καὶ τοῦτο, συγγενῆ τὴν θεωρίαν εἰσφέρον· τοῦ μετίσχοντος τὸ μετεχόμενον ἕτερόν τι κατὰ τὴν φύσιν ὑπάρχειν, ἁπαστισοῦν ἀναγκάσει λόγος. εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθὲς, διοίσει δὲ κατ' οὐδένα τρόπον ἐκεῖνο πρὸς τοῦτο, καὶ ἔστι ταὐτὸν, ἑαυτοῦ μέτοχον ἔσται τὸ τινὸς μετέχον, ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀπίθανον. πῶς γὰρ ἄν τις ἑαυτοῦ νοοῖτο μετε-