Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.179
Not analysed yet
σχηκώς; εἰ δὲ κεῖται πάντως ἐν ἑτερότητι φυσικῇ τῇ πρὸς ἄλληλα τὰ εἰρημένα, καὶ διατέμνει λόγος ἀναγκαῖος αὐτὰ, ὁράτωσαν οἱ ἐκ μετοχῆς τὸ Πνεῦμα διδόντες τῷ Μονογενεῖ, πρὸς ὅσην κατολισθαίνοντες ἀσέβειαν οὐκ αἰσθάνονται. εἰ γὰρ μέτοχός ἐστι τοῦ Πνεύματος ὁ Υἱὸς, ἅγιον δὲ τῇ φύσει τὸ Πνεῦμά ἐστιν, οὐκ ἔσται κατὰ φύσιν ἅγιος αὐτὸς, ἐδείχθη δὲ τοῦτο μόλις τῇ πρὸς ἕτερον συμπλοκῇ, πρὸς τὸ ἄμεινον ἢ ἐν οἷσπερ ἦν ἀρχῇ κατὰ χάριν μεταστοιχειούμενος. ἀλλ' ὁράτω πάλιν ὁ θεομάχος, εἰς ὅσην αὐτῷ δυσσέβειαν καταστρέφει τὰ προβλήματα. πρῶτον μὲν γὰρ ἀλλοίωσίς τις καὶ τροπὴ, καθάπερ ἤδη προεῖπον, περὶ τὸν Υἱὸν εὑρεθήσεται, ἀλλοιωθεὶς δὲ καθ' ὑμᾶς καὶ προκόψας ἐπὶ τὸ ἄμεινον, οὐχ ὅπως ἐλάττων ἐστὶ τοῦ Πατρὸς, ἀλλ' ἤδη πως καὶ ἐν μείζοσι γεγονὼς δειχθήσεται· καὶ ὅπως, ἐροῦμεν, ἀπὸ τῆς θείας λαβόντες γραφῆς. ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ που φησί "Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς, ὃ καὶ ἐν "Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν "ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν "δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ "σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν·" ὅτε τοίνυν καὶ πρὸ μὲν τῆς ἐνανθρωπήσεως ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, κατὰ δὲ τὸν τῆς ἐνανθρωπήσεως χρόνον τὸ Πνεῦμα λαβὼν ἐξ οὐρανοῦ ἡγιάσθη κατ' ἐκείνους, κρείττων τε ἅμα καὶ μείζων ἑαυτοῦ διὰ ταύτην ἀναπέφανται τὴν αἰτίαν, ὑπεραίρει δηλονότι λοιπὸν καὶ τὸ τοῦ γεννήσαντος μέτρον. καὶ εἰ τὸ Πνεῦμα λαβὼν εἰς τὸ ὑπερεπέκεινα τοῦ Πατρὸς ἀναβέβηκεν ἀξίωμα, κρεῖττον ἄρα ἐστὶ τὸ Πνεῦμα καὶ αὐτοῦ τοῦ Πατρὸς, τὴν κατ' αὐτοῦ τῷ Υἱῷ χαριζόμενον ὑπεροχήν. τίς οὖν ἄρα καὶ πρὸς μόνην οὐκ ἀποφρίξει τὴν ἀκοήν; χαλεπὸν μὲν γὰρ ὄντως καὶ τὸ διὰ τῶν τοιούτων