Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.180
Not analysed yet
ἰέναι λόγων· ἔστι γεμὴν οὐχ ἑτέρως τὰ ἐκ τῆς ἐκείνων δυστροπίας ἀποκρούσασθαι βλάβη. διὸ δὴ πάλιν ἐροῦμεν αὐτοῖς Εἰ ὅτε γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, τότε καὶ ἁγιάζεται τὸ Πνεῦμα λαβών· πρὸ δὲ τῆς ἐνανθρωπήσεως ἦν ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ Πατρὸς, οὔπω κατ' ἐκείνους ἡγιασμένος, ὥρα λέγειν ἀποτολμήσαντας, ἅγιον οὐκ εἶναι τὸν Θεὸν καὶ Πατέρα, εἴπερ ὅλως ὁ σύμμορφός τε καὶ ἴσος αὐτῷ κατὰ πάντα Λόγος, ἅγιος οὐκ ἦν ἐν ἀρχῇ, ἐν ὑστέροις δὲ μόλις τοῦτο γέγονε καιροῖς. καὶ πάλιν, εἰ αὐτός ἐστι κυρίως ὁ τοῦ Θεοῦ Λόγος τὸ Πνεῦμα λαμβάνων, καὶ ἁγιαζόμενος ἐν ἰδίᾳ φύσει, λεγέτωσαν ἡμῖν οἱ δι' ἐναντίας, πότερόν ποτε μείζων ἑαυτοῦ γέγονεν ἢ ἐλάττων, ἢ καὶ ἔμεινεν ἐν ταυτότητι τοῦτο παθών. εἰ μὲν γὰρ οὐδὲν ἐκ τοῦ Πνεύματος ἔχει τὸ πλέον, μένει δὲ οὕτω καθάπερ ἦν ὁ αὐτὸς, μὴ σκανδαλίζου μανθάνων, ὅτι καταβέβηκεν ἐπ' αὐτόν. εἰ δὲ ἠδικήθη λαβὼν, καὶ γέγονεν ἐν ἐλάττοσι, παθητὸν ἡμῖν εἰσοίσεις τὸν Λόγον, καὶ κατηγορήσεις τῆς οὐσίας τοῦ Πατρὸς ἀδικοῦντος μᾶλλον ἢ ἁγιάζοντος. εἰ δὲ ἀμείνων ἐδείχθη τὸ Πνεῦμα λαβὼν, ἦν δὲ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς καὶ πρὶν αὐτὸν βελτιωθῆναι καθ' ὑμᾶς, οὐκ εἰς ἀκρότητα δόξης ἀναβέβηκεν ὁ Πατὴρ, ἀλλ' ἐν ἐκείνοις ἔσται τοῖς μέτροις, ἐν οἷσπερ ἦν σὺν αὐτῷ σύμμορφός τε καὶ ἴσος ὑπάρχων ὁ πρὸς τὸ μεῖζον ἀναπηδήσας Υἱός. εὔκαιρον οὖν οἶμαι λέγειν ἐπὶ τοῖς ἀπαιδεύτοις αἱρετικοῖς "Ἰδοὺ λαὸς "μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, "ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν·" ἀπετύφλωσε γὰρ ὄντως "ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ "μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ