Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.181
Not analysed yet
"Χριστοῦ·" οἷς δὴ καὶ μᾶλλον ἐπαλγύνεσθαι δεῖν, οὐ χαλεπαίνειν ἄξιον. οὐ γὰρ ἴσασιν, ἃ ἀναγινώσκουσιν. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐντεῦθεν ἡμῖν ἔσται καταφανὲς, εἰ καὶ ὅτι μάλιστα διὰ τῶν ἤδη προγεγυμνασμένων οὐκ ἄκομψον ἐποιησάμεθα τὴν ἀπόδειξιν· αὐτὸ δὲ πάλιν ἡμῖν τὸ διὰ τῆς τοῦ Παύλου λεγόμενον φωνῆς παροισθήσεται "Τοῦτο φρονεῖτε, φησὶν, ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν "Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν "ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν "δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ "σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν." ἰδοὺ δὴ λίαν ἀποθαυμάζει τὸν Υἱὸν, ὡς ἴσον μὲν ὄντα καὶ σύμμορφον τῷ Θεῷ καὶ Πατρὶ, μὴ μὴν ἁρπάσαντα τοῦτο διὰ τὴν ἀγάπησιν τὴν εἰς ἡμᾶς, καταβεβηκότα δὲ εἰς ταπείνωσιν διὰ τῆς τοῦ δούλου μορφῆς, κεκενωμένον διὰ τὴν ἀνθρωπότητα. ἀλλ' εἴπερ, ὦ οὗτοι, τὸ Πνεῦμα λαβὼν ἡγιάσθη μᾶλλον, ὅτε γέγονεν ἄνθρωπος, ἑαυτοῦ τε κρείττων ἐδείχθη διὰ τὸν ἁγιασμὸν, εἰς ποίαν αὐτὸν ὀψόμεθα καταβεβηκότα ταπείνωσιν; πῶς ἐταπεινώθη τὸ ὑψωθὲν, ποῦ κατέβη τὸ ἁγιασθὲν, ἢ πῶς οὐκ ἀνέβη μᾶλλον καὶ ἐπὶ τὸ κρεῖττον ὑψώθη; ποίαν ἔχει τὴν κένωσιν ἡ διὰ τοῦ Πνεύματος πλήρωσις; πῶς δ' ἂν ὅλως δι' ἡμᾶς ἐνανθρωπήσας νοοῖτο, τοσαύτην ἐν τοῖς καθ' ἑαυτὸν ὑπομείνας τὴν ὄνησιν· πῶς "ἐπτώχευσε δι' ἡμᾶς" ὁ πλούσιος, ὁ πλουτήσας δι' ἡμᾶς; πῶς δὲ ἦν πλούσιος καὶ πρὸ τῆς ἐπιδημίας, ὁ λαβὼν ἐν αὐτῇ κατ' ἐκείνους ὅπερ οὐκ εἶχε, τὸ Πνεῦμα δηλαδή; ἢ πῶς οὐχὶ μᾶλλον αὐτὸς ἀναθήσοι δικαίως ἡμῖν τὰ ἐφ' οἷς δι' ἡμᾶς ὠφέληται χαριστήρια; "Ἐξέστη, κατὰ τὸ γεγραμμένον, ὁ "οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει "Κύριος· δύο γὰρ καὶ πονηρὰ" ὄντως πεποίηκεν ὁ τῶν