Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.187
Not analysed yet
Ἐπειδὴ δὲ οἶμαι προσήκειν πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, παρενεχθείσης ἅπαξ τῆς τοῦ ἀρχαγγέλου φωνῆς, φέρε καὶ εἰς αὐτὴν ὀλίγα γυμνάσωμεν. "Πνεῦμα," φησὶν, "Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου "ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται "Υἱὸς Θεοῦ." λεγέτω τοίνυν ἡμῖν ὁ ἐκ πολλῆς ἀμαθίας τοῖς ὀρθοῖς τῆς Ἐκκλησίας ἀντιτείνων δόγμασι, πότερόν ποτε καὶ πρὸ τῆς ἐνανθρωπήσεως Υἱὸς ἦν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ ἐν μόνοις ὀνόμασιν εἶχε τὴν δόξαν, νόθος δὲ ἦν καὶ ψευδώνυμος. εἰ μὲν γὰρ ὅλως οὐκ εἶναί φησιν Υἱὸν, ἀρνήσεται τὸν Πατέρα· τίνος γὰρ ἔσται πατὴρ οὐκ ὄντος υἱοῦ; φρονήσει δὲ ἁπάσαις τὰ ἐναντία ταῖς θείαις γραφαῖς. εἰ δὲ Υἱὸν ὁμολογεῖ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τὸν Υἱὸν εἶναί τε καὶ λέγεσθαι, πῶς ἡμῖν ὁ ἀρχάγγελος τὸ τεχθήσεσθαι μέλλον διὰ τῆς ἁγίας παρθένου, κληθήσεσθαί φησιν Υἱὸν Θεοῦ, καίτοι τοῦτο καὶ πάλαι κατὰ φύσιν ὑπάρχοντα; ὥσπερ οὖν ἀϊδίως ὑπάρχων μετὰ Πατρὸς ὁ Υἱὸς, ὡς ἀρχὴν ἔχων τοῦ εἶναι, κατὰ τὸν τῆς σαρκώσεως χρόνον Υἱὸς ὁρίζεται Θεοῦ, διὰ τὸ πεφηνέναι μετὰ σώματος εἰς τὸν κόσμον· οὕτως ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, λαμβάνειν ὡς ἄνθρωπος λέγεται, διασώζων τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν, καὶ σὺν αὐτῇ τὰ αὐτῇ πρέποντα δι' ἡμᾶς οἰκειούμενος· πῶς δ' ἂν καὶ ὅλως δίχα ποτὲ τοῦ ἰδίου Πνεύματος ὁ Λόγος νοοῖτο; ἢ γὰρ οὐκ ἄτοπον ἀνθρώπου κεχωρίσθαι λέγειν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, κατά τε τὸν τῆς φύσεως ὅρον καὶ εἰς ὁλόκληρον τοῦ ζῴου τὸν ἀπαρτισμόν; ἀλλ' οἶμαι πᾶσιν ὑπάρχειν τοῦτο καταφανέστατον. τίνα δὴ οὖν τρόπον ἀπομεριοῦμεν τὸ Πνεῦμα τοῦ Υἱοῦ, τὸ οὕτως ἐμπεφυκὸς καὶ οὐσιωδῶς ἡνωμένον, δι' αὐτοῦ τε προκύπτον,