Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.188
Not analysed yet
καὶ ὑπάρχον ἐν αὐτῷ φυσικῶς, ὡς μηδὲν ἕτερον εἶναι νομίζεσθαι παρ' αὐτὸν, διά τε τὴν τῆς ἐνεργείας ταυτότητα καὶ αὐτὸ τὸ τῆς φύσεως ἀπαράλλακτον; ἄκουε δὴ τί φησιν ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς "Ἐὰν ἀγαπᾶτέ με, τὰς "ἐντολὰς τὰς ἐμὰς τηρήσητε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, "καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀλη"θείας, ὃ ὁ κόσμος οὐ δύναται χωρεῖν." ἰδοὺ διαῤῥήδην Πνεῦμα τῆς ἀληθείας τὸ Ἅγιον Πνεῦμά φησιν· ὅτι δὲ αὐτὸς, καὶ οὐχ ἕτερός τις ἐστι παρ' αὐτὸν ἡ ἀλήθεια, πάλιν ἄκουε αὐτοῦ λέγοντος "Ἐγώ εἰμι ἡ ἀλήθεια." ἀληθείας οὖν ὄντος τε καὶ κεκλημένου τοῦ κατὰ φύσιν Υἱοῦ, βλέπε πόσην ἔχει τὸ Πνεῦμα πρὸς αὐτὸν τὴν ἑνότητα. λέγει γάρ που περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰωάννης ὁ μαθητής "Οὗτός ἐστιν ὁ ἐλθὼν "δι' ὕδατος καὶ αἵματος καὶ πνεύματος, Ἰησοῦς Χριστός· "οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ' ἐν τῷ ὕδατι καὶ τῷ αἵματι· "καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ "ἀλήθεια." διάτοι τοῦτο, καὶ ἐνοικοῦντος ἡμῖν τοῦ Ἁγίου "Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον," κατοικεῖν αὐτὸς λέγεται Χριστὸς, καὶ οὕτως ἔχει τὸ πρᾶγμα τῇ φύσει. καὶ γοῦν ὁ μακάριος Παῦλος σαφέστατα τοῦτο διδάσκων φησίν "Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ "πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ "ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν "σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο"σύνην." ὀξεῖαν ὦ οὗτος τοῖς εἰρημένοις ὑπόσχες τὴν ἀκοήν. Πνεῦμα Χριστοῦ τὸ κατοικοῦν ἐν ἡμῖν ὀνομάσας, ἐπήγαγεν εὐθύς Εἰ δὲ ὁ Χριστὸς ἐν ὑμῖν, ἀπαράλλακτον εἰσφέρων τὴν ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ παρ' αὐτοῦ κατὰ φύσιν προχεόμενον Πνεῦμα. διάτοι τοῦτο