Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.189
Not analysed yet
καὶ "πνεῦμα υἱοθεσίας" λέγεται, καὶ ἐν αὐτῷ "κράζομεν "Ἀββᾶ ὁ πατήρ," καὶ ὡς ὁ μακάριός που φησὶν Ἰωάννης "Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ "Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." Οἶμαι μὲν οὖν ἐξαρκέσειν καὶ ταῦτα πρὸς τὸ δύνασθαι τὰ τῆς Ἐκκλησίας τέκνα τὰ τῶν ἑτεροδοξούντων ἀποκρούσασθαι βλάβη· εἰ δέ τις ἀκράτῳ τῆς ἀμαθίας βεβάπτισται μέθῃ, τότε δὲ πρῶτον τὸ Πνεῦμα λαβεῖν οἴεται τὸν Υἱὸν, ὅτε γέγονεν ἄνθρωπος· ἀποδεικνύτω πρὸ τῆς ἐνανθρωπήσεως ἅγιον οὐκ ὄντα τὸν τοῦ Θεοῦ Λόγον, καὶ ἡμεῖς σιωπήσομεν. Ἀποθαυμάσαι δ' ἄν τις καὶ λίαν εἰκότως τὸν ἅγιον Εὐαγγελιστὴν τὰ τῇ θείᾳ πρέποντα φύσει μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως πανταχῆ διασώζοντα. ἐπειδὴ γὰρ ἔφη πρὸ τούτων ὅτι "Θεὸν οὐδεὶς ἑώρακε πώποτε," τεθεᾶσθαι δὲ νυνὶ τὸ Πνεῦμά φησι τὸν μακάριον βαπτιστὴν, καταβαῖνον ἐπὶ τὸν Υἱὸν ἐξ οὐρανοῦ, προστίθησιν ἀναγκαίως Ὅτι τεθέαμαι τὸ Πνεῦμα, πλὴν ἐν εἴδει περιστερᾶς, οὐκ αὐτὸ δὲ κατὰ φύσιν ὅπερ ὑπάρχει γυμνὸν, ἀλλ' ἐν τῷ πρᾳοτάτῳ σχηματιζόμενον ζῴῳ· ἵνα φαίνηται πάλιν καὶ διὰ τούτου οἰκειότητα καὶ ὁμοίωσιν διασῶζον φυσικὴν πρὸς τὸν Υἱὸν τὸν λέγοντα "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ." οὐκοῦν οὐκ ἀποπεσεῖται τοῦ εἶναι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα· τετήρηται γὰρ αὐτῷ τὸ μὴ τεθεᾶσθαι πώποτε, πλὴν ὅσον ἐν τῷ τῆς περιστερᾶς σχηματισμῷ, διὰ τὴν τοῦ μανθάνοντος χρείαν. ὡς γὰρ ἐν σημείου καὶ γνωρίσματος τάξει δεδόσθαι φησὶν ἑαυτῷ τὴν τοῦ Πνεύματος κάθοδον ὁ μακάριος βαπτιστὴς, ταῖς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαις ἐπενεγκὼν ὅτι ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν Ἐφ' ὃν ἂν ἴδης τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. ἐφ' ᾧ δὴ καὶ