Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.190
Not analysed yet
μάλιστα διαγελᾶν οἶμαι πρέπειν τοὺς ἀνοήτους αἱρετικοὺς, τὸ ἐν τάξει σημείου τεθὲν, εἰς ἀλήθειαν πράγματος ἐκλαμβάνοντας, εἰ καὶ γέγονεν οἰκονομικῶς, καθάπερ ἤδη προείρηται, διὰ τὴν τὴς ἀνθρωπότητος χρείαν. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀσφαλὴς ὁ μάρτυς, ὅπερ ὄντως τεθέαται, τοῦτο καὶ λαλῶν. οὐκ ἀγνοεῖ γὰρ ἴσως τὸ γεγραμμένον "Ἃ εἶδον οἱ "ὀφθαλμοί σου λέγε." εἶδον οὖν, φησὶ, τὸ σημεῖον, καὶ συνῆκα τὸ δι' αὐτοῦ σημαινόμενον· μαρτυρῶ ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ διὰ νόμου μὲν τοῦ διὰ Μωυσέως ἀναβοώμενος, διὰ δὲ φωνῆς τῶν ἁγίων προφητῶν κηρυττόμενος· δοκεῖ δέ μοι πάλιν ὁ μακάριος Εὐαγγελιστὴς μετὰ πολλῆς τινος τῆς ἀσφαλείας εἰπεῖν Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, τουτέστιν, ὁ εἷς καὶ μόνος κατὰ φύσιν, ὁ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρονόμος, πρὸς ὃν καὶ ἡμεῖς οἱ κατὰ θέσιν μορφούμεθα καὶ δι' οὗ πρὸς τὸ τῆς υἱοθεσίας ἀξίωμα κατὰ χάριν κεκλήμεθα. ὡς γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς "πᾶσα "πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται," διὰ τὸ αὐτὸν εἶναι κυρίως καὶ πρῶτον καὶ ἀληθῶς Πατέρα, οὕτω καὶ πᾶσα υἱότης ἐκ τοῦ Υἱοῦ, διὰ τὸ αὐτὸν εἶναι κυρίως καὶ μόνον ἀληθῶς Υἱὸν, οὐ νόθον οὐδὲ ψευδώνυμον, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς οὐ κατὰ ἀποκοπὴν, ἢ ῥεῦσιν, ἢ μερισμὸν, ἢ τομήν· ἀπαθὴς γὰρ ἡ θεία φύσις παντελῶς· ἀλλ' ὡς ἕνα ἐξ ἑνὸς, ἀεὶ συνυπάρχοντα καὶ συναΐδιον καὶ ἐμπεφυκότα τῷ γεννήσαντι, ἐν αὐτῷ τε ὄντα, καὶ ἐξ αὐτοῦ προελθόντα ἀμερίστως καὶ ἀδιαστάτως, ἐπεὶ μηδὲ κατὰ σῶμα τὸ θεῖον, μήτε τόπῳ περιληπτὸν, ἢ διαστηματικὰς